205
Θεοῦ, δι' ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. Ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς Ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλα σμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. Ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσ θαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγ μάτων συμμεταβάλλονται, ἀλλ' αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος οὕτω διαιωνίζουσαι. 244.9 Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις· καὶ μάλιστα δὴ οὗτοι περὶ ὧν ὁ λόγος πολυ τροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. Εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα, εἴποιεν ἂν οἱ συμβε βιωκότες· ὃ δ' οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμε τάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις, οὔτε αὐτὸς ἱστο ρήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρ' ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. Ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. Ἐκεῖθεν ἐκπεσόντες, δι' ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. Παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλείπω, ὅσας ἐξέθεντο πίστεις; Ἐπ' Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἀπὸ Κυζίκου, ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατ' οὐσίαν ὅμοιον νῦν περιφέρουσι καὶ τὰς εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημίας μετ' Εὐνομίου συγγράφουσι. Τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλ' οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνι στῶσι διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. Ταῦτά ἐστιν ἀληθῆ μυρίων ἑτέρων ἀποσιωπηθέν των. Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὴ τοῦ συμπρεσβυ τέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. Οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασ θαι. Εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ, τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον. Εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. Πῶς γὰρ οὔ; Ἀδελφοῦ τοιούτου χωρισμός. Πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρ' αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσ θημεν.
245.τ ΘΕΟΦΙΛΩ ΕΠΙΣΚΟΠΩ
245.1 Πάλαι δεξάμενος τὰ παρὰ τῆς ἀγάπης σου γράμματα ἀνέμενον διὰ
γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπλη ρώσῃ. Ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέ ραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς δια κομίσαι τὰ παρ' ἡμῶν. Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ἡμέραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. Ἀλλ' οὖν ἐκρίναμεν τοῦτο,