206
ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσ θαι τὴν γνώμην. Ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρ' ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. Μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. Νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς ἑαυτῶν ἀσφαλείας τιθέμενοι.
246.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ
246.1 Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον καὶ τὴν ὑμετέραν εὐλάβειαν
κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους καὶ ἀγαπᾶν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. Μόνον μὴ ἀποκάμητε προσευχόμενοι, ἀλλ' ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προσθεῖναι τὰ ὑποδείγματα.
247.τ ΝΙΚΟΠΟΛΙΤΑΙΣ
247.1 Ὅτε ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν τῆς ὁσιότητος, ὅσον ἐστέναξα καὶ
ὠδυράμην ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυ τοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων καὶ ἐρήμωσιν πόλεως καὶ πατ ρίδος ὅλης ἀνατροπήν, διωγμὸν Ἐκκλησίας καὶ φυγὴν ἱε ρέων, ἐπανάστασιν λύκων καὶ ποιμνίων διασποράν. Ἀλλ' ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ∆εσπότην ἀποβλέψας, οἶδα καὶ πέ πεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις καὶ οὐκ εἰς τέλος ἐστὶν ἡ ἐγκατάλειψις. Ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν, τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς Ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται. Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικε τεύοντες καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. Καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.
248.τ ΑΜΦΙΛΟΧΙΩ ΕΠΙΣΚΟΠΩ ΙΚΟΝΙΟΥ
248.1 Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδω μεν, ἀχθόμεθα
τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαρισ τοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου ὃς πλέον ἐπενείματο τὴν καθ' ἡμᾶς πα ροικίαν. Ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ ∆ικαιοκρίτης ἄγγελον Σατὰν ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν, μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. Πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην ὅτι Ἀσκλήπιός τις διὰ τὸ μὴ ἑλέσθαι τὴν