1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

207

πρὸς τὸν ∆ωὴκ κοινωνίαν τυπτόμενος παρ' αὐτῶν ταῖς πληγαῖς ἐναπέθανεν, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. Ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. Ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπ' αὐτὸν ἐλπίδος. Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν, κἂν εὕρῃς τινὰ τὸν πιστῶς σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρή σαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. Ἐρρω μένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

249.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝ∆ΡΙ ΕΥΛΑΒΕΙ

249.1 Συγχαίρω τῷ ἀδελφῷ τῷδε καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ

καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. Ἀγαθὸν γὰρ αὐτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγὴν ἐξελέ ξατο. Ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι καὶ παρακαλῶ δι' αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα ῥυσθέντες τῶν πειρασμῶν τούτων ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ Εὐαγγέλιον.

250.τ ΠΑΤΡΟΦΙΛΩ ΕΠΙΣΚΟΠΩ ΑΙΓΩΝ

250.1 Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις·

ἐδεξάμην δ' οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ ηὐχαρίστησα τῷ Κυρίῳ ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. Ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ. Πλὴν ἀλλ' ἐπειδὴ πάλιν ὁρῶ μακρόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλ μένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηναίου, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας. Εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχο μένους ἐργάζεται, σκόπησον τίνες εἰσὶν οἷς ἀνέμιξαν ἑαυτοὺς οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλ' οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνο μαστὶ μεμνῆσθαι. Οὗτοι καὶ ἐκλήθησαν παρ' αὐτῶν εἰς τὴν Σεβάστειαν καὶ παρέλαβον τὴν Ἐκκλησίαν καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέ δωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρ' αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. Ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι. Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; Εἰ δὲ εἰσί τινες φευκτοὶ κατὰ τὸν τῆς ἀκριβείας λόγον, εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο. Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, συγγνώσει ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γε νέσθαι τῶν ἑτεροδιδασκαλούντων. Ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων