208
ἐκείνων ἀφέμενος λόγων ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου.
251.τ ΕΥΑΙΣΗΝΟΙΣ
251.1 Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγ μάτων καὶ φροντίσι
μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν Ἐκκλησίαν εἰλικρινῆ μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλ' ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθ' ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθ' ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως. Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθ' ὧν τὰς ψευδεῖς καθ' ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. Καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισ θὸς ὑμῶν πολὺς ἐν τῇ πράξει ταύτῃ. Ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρ' ἑαυτοῖς, ὃ καὶ ἔστι κατ' ἀλήθειαν, ὅτι οἱ ἀντα ποδόντες μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτοὺς διαβάλλουσί με νῦν ἐπ' ἐκείνοις εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι. 251.2 Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν ἴδια ἔγγραφα ἡμῖν ἀντὶ κατηγορίας προσφέροντες, ἀλλ' ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντι νούπολιν καθαιρεθέντες οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες καὶ μὴ κατα δεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. Καὶ τὴν αἰτίαν προσ ετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. Ταῦτα δὲ ἐγένοντο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. Ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθε λόντων αὐτοὺς Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος καὶ οἱ λοιποὶ τῶν ἡμῖν ἀγνοουμένων. Οἱ δὲ νῦν κρατοῦντες τῶν Ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι· οἱ μὲν ἀντ' αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπ' ἐκείνων αὐτῶν προαχθέντες. 251.3 Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπά τωσαν ἡμῖν πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι ὧν τὴν καθαί ρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρ' ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. Εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρ' ἐκείνου καθῃρημένος; Εἰ δὲ αἱρε τικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίῳ νῦν, ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; Ἀλλὰ παιδιαὶ αὗται κατὰ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι πρὸς τὸ αὐτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾶν ἐπιχειρούν των. Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέ τρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει, καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου ὥστε δεχθῆναι. Ἀφώρισεν Ἐλπίδιον τὸν εὐλαβέστατον ἀδελφὸν διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν, καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. Τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά, καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστά σεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. Ἡμεῖς δὲ διαβαλλόμεθα οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλ' ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. Οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι' αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοι οῦτοί εἰσιν οἵους ἴσασι μὲν οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς. Ἐμοὶ δὲ μὴ παράσχῃ ὁ Κύριος τοσαύτην σχολήν