209
ποτε ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. Πλὴν ἀλλ' ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῷ καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτοῦ τῆς χώρας τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες. Εἰσήχ θησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. Παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυ σιαστήριον. Οἵ, ἐπεὶ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. Οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. Εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα. 251.4 Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπει νοί, ἀεὶ μέντοι οἱ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. Πίστις παρ' ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινου πόλει καὶ ἄλλη ἐν Ζήλοις καὶ ἐν Λαμψάκῳ ἄλλη καὶ ἐπὶ Ῥώμην ἑτέρα καὶ ἡ νῦν περιφερομένη διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτή. Ὡς γὰρ παρελάβομεν ἀπὸ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· οὕτω πιστεύομεν ὡς βα πτιζόμεθα· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν· οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ Ἅγιον Πνεῦμα, οὔτε προ τιθέντες Πατρὸς ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. Τίς γὰρ οὕτω τολμηρὸς ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; Ἀλλ' οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. Καὶ ὑμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον βλασφημία οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι»· φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. Στήκετε ἐν τῇ πίστει, περιβλέ ψασθε εἰς τὴν οἰκουμένην καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός· ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ Εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. Ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν καὶ ὑμῖν συνευ χόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἡμῖν ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
252.τ ΕΠΙΣΚΟΠΟΙΣ ΤΗΣ ΠΟΝΤΙΚΗΣ ∆ΙΟΙΚΗΣΕΩΣ
252.1 Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν,
ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποι ουμένοις οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν ∆εσπότην εὔνοιαν ἐπιδεί κνυσθε, ἄλλως δὲ καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκρι βείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. Ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ ∆άμας καὶ ὁ περὶ αὐτοὺς χορὸς ὧν ἡ μνήμη δι' ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος δὲ πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέ ψεως ὑμῶν συνήθειαν. Ὡς οὖν ἐργασίας μεγάλης προκει μένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρ' ὑμῶν οἰκοδομὴν καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκειμένων, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.
253.τ ΤΟΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ ΑΝΤΙΟΧΕΙΑΣ