210
253.1 Τὴν μέριμναν ἣν ἔχετε ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἐν μέρει μὲν
διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτήσιμος ὁ συμπρεσβύτερος διηγησάμε νος πάσης τῆς ∆ύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διά θεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα ἐναργῶς ὑμῖν δι' ἑαυτοῦ παραστήσας. Καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστα σιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. Ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδεί ξατε.
254.τ ΠΕΛΑΓΙΩ ΕΠΙΣΚΟΠΩ ΛΑΟ∆ΙΚΕΙΑΣ ΣΥΡΙΑΣ
254.1 Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου
θεοσεβείᾳ, καὶ ὅσα ἐνελείπομεν τῷ γράμματι, ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. Ὀψὲ γὰρ τοῦ γρά φειν ἠρξάμεθα καὶ πολλῆς ἡμῖν τῆς ἀπολογίας χρεία. Ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτήσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διη γήσεταί σοι τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς ∆ύσεως. Καὶ ἐπ' ἐκείνοις μὲν εὐφρανεῖ· τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπὼν ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. Οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. Εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. Ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.
255.τ ΒΙΤΩ ΕΠΙΣΚΟΠΩ ΚΑΡΡΩΝ
255.1 Εἴθε ἦν μοι δυνατὸν καὶ καθ' ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ
σου. Ἀφ' οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σου, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατ' ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλ' ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετ' εὐχαριστίας· ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχο μένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτησίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον πάντα διηγήσεταί σοι μετ' ἀκρι βείας ὅσα κατέλαβεν ἐν τῇ ∆ύσει. Ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην καὶ ἀπολάβωμεν ἀλλήλους μετ' ἐλευθε ρίας. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρ' ἡμῶν.
256.τ ΤΟΙΣ ΠΟΘΕΙΝΟΤΑΤΟΙΣ ΚΑΙ ΕΥΛΑΒΕΣΤΑΤΟΙΣ Α∆ΕΛΦΟΙΣ
ΣΥΜΠΡΕΣΒΥΤΕΡΟΙΣ ΑΚΑΚΙΩ ΑΕΤΙΩ ΠΑΥΛΩ ΚΑΙ ΣΙΛΟΥΑΝΩ ΚΑΙ ΣΙΛΟΥΙΝΩ ΚΑΙ ΛΟΥΚΙΩ ∆ΙΑΚΟΝΟΙΣ ΚΑΙ ΛΟΙΠΟΙΣ ΜΟΝΑΖΟΥΣΙΝ Α∆ΕΛΦΟΙΣ ΒΑΣΙΛΕΙΟΣ ΕΠΙΣΚΟΠΟΣ