1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

211

256.1 Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ Πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες ᾧ εἰς τὴν καθ' ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο, ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας ὥστε μέχρι τοσούτου ἑαυτῶν τὴν πονηρίαν ἐκτεῖναι. Προσεδόκησα δὲ εὐθέως ἐφ' ἑτοίμην καταφυγήν, τὴν ἡμετέ ραν ταπείνωσιν, πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυ νῶν ἐν τῷ περιπτύξασθαι ὑμᾶς, καί, τὸν καλὸν ἱδρῶτα ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε τῷ ἀργῷ τούτῳ ἐμαυτοῦ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ Κριτοῦ τῆς ἀληθείας. Ἀλλ' ἐπειδὴ τοῦτο μὲν οὐδ' εἰς ἔννοιαν ὑμῖν ἦλθεν οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρ' ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵν' ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. Ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προ φάσεις· μίαν μὲν ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δὲ ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρ' ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλα βέστατον ἀδελφὸν Σαγκτήσιμον τὸν συμπρεσβύτερον, δι' οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν χαίροντας καὶ ἀγαλλιωμέ νους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτὸν ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν Ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. Πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσω ποῦσα τὸν ἀγαθὸν Θεόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.

257.τ ΠΡΟΣ ΤΟΥΣ ΜΟΝΑΖΟΝΤΑΣ ΚΑΤΑΠΟΝΗΘΕΝΤΑΣ ΥΠΟ ΤΩΝ ΑΡΕΙΑΝΩΝ

257.1 Ἃ κατ' ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πει ρασμοῦ τοῦ

ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα καὶ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτή σασθε ἑαυτοῖς μακαρισμὸν τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. Οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργα ζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. Χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. Ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ὑμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος καὶ οἶκοι ἀνετράπησαν καὶ αὐτοὶ ἐφυγαδεύ θησαν παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. Οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογι ζομένων. ∆ιόπερ ἐγὼ πέπεισμαι μείζονα ἡμῖν ἢ τοῖς τότε μαρτυροῦσι παρὰ τοῦ δικαίου Κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολο γουμένην