1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

212

εἶχον καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, καὶ ἡμῖν δὲ ἐπ' ἴσοις τοῖς κατορθώμασι αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν. 257.2 ∆ιὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψε σιν, ἀλλ' ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ καθ' ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότες ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λεί ψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. Καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν Ἐκκλη σιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. Οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλ' αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. Ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλ' οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. Ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. Ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει Κύριος τοὺς ὁσίους αὐτοῦ. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεει νῆς.

258.τ ΕΠΙΦΑΝΙΩ ΕΠΙΣΚΟΠΩ

258.1 Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρή σεως, νῦν δὲ λοιπὸν

τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι «∆ιὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν», ἤδη κεκρατημένον παρ' ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. Ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχὸν πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν πρέποντας εἶναι διακό νους εἰρηνικῶν γραμμάτων. Οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. Οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐδαμοῦ δάκρυον ἀδελφικὸν ἐπ' ἀδελφῷ κάμνοντι. Οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ Ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. Ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνο μεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς και ριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστή κασιν ἀπ' ἀλλήλων. Πῶς οὖν μὴ θαυμάσωμεν τὸν ἐν τοιού τοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον; 258.2 Ἐθαύμασα δέ σου κἀκεῖνο ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. Καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπό τινων καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέρι μναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. Ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις διὰ τὸ ἁμαρτίαις συζῆν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογ μάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. Ἐπεστεί λαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ,