1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

213

πρὸς τὰ παρ' αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ Ἅγιον δοξολο γίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς Πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι· οὔπω τοῦ κατ' αὐτὸ ζητήματος τότε κεκινημένου. Τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγ ματα περὶ τῆς τοῦ Κυρίου Ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως οὔτε ἐβασανίσαμεν οὔτε παρε δεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσωμεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων. 258.3 Τὴν δὲ κατὰ Ἀντιόχειαν Ἐκκλησίαν (λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν) δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. Κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολι τεύσασθαι. Καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδο ξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. Ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀλη θείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ Ἐκκλησία κοινωνικὸν ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνέν δοτον ἔνστασιν, καὶ ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θέλῃ. Ἐπεὶ καὶ ὁ μακαριώτατος Πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι, ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια· ὡς οὐκ ὤφειλε. Τῶν δὲ τελευ ταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προση κάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχον τες τούτου καταγινώσκειν. Καίτοι πολλὰ μὲν ἠκούσαμεν περὶ τῶν ἀδελφῶν, ἀλλ' οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικα ταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ». Ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. Πρέπον δ' ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾶν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. Ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρα κάλεσον ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. Ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστε θὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκρι βῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. Ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ, πάντως δέ που καὶ ἐδιδάχθησαν. Οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος. 258.4 Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημᾶναι ἡμᾶς κατηξίωσας) πολύ ἐστι παρ' ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. Οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώ πους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρη μένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. Οὔτε γὰρ βιβλία ἐστὶ παρ' αὐτοῖς οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. Ἐκτὸς δὴ τούτων ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα δι' ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάζοντες· γάμοις ἐπιμαίνονται παρανόμοις καὶ τὸ πῦρ ἡγοῦνται Θεὸν καὶ εἴ τι τοιοῦτον. Τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν, μέχρι τοῦ παρόντος, τῶν