1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

214

μάγων ἐμυθολόγησεν, ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. ∆ιόπερ οὐδὲν ἔχω πλέον ἐπι στέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.

259.τ ΠΑΛΛΑ∆ΙΩ ΚΑΙ ΙΝΝΟΚΕΝΤΙΩ ΜΟΝΑΖΟΥΣΙΝ 259.1 Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ

ἀγαπᾶτε. Καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσ θαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν. Πῶς γὰρ οὔ; Οὐ μὴν δὲ ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν εἰδὼς ὅτι πάλαι ἀφ' ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. Εἰ δὲ παρ' ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. Οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν. Ὥστε τούτου ἕνεκεν μὴ ἀπολο γεῖσθέ μοι. Οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμε νοι βίον καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμπορι ζόμενοι πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. Ἀλλ', ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν καὶ προσεύχεσθε, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεὸν μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.

260.τ ΟΠΤΙΜΩ ΕΠΙΣΚΟΠΩ

260.1 Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν

τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον ἀφ' οὗ τι καὶ μέγα προσδοκᾶν ἐστιν ἐπ' αὐτοῖς, ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ' αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ καὶ ηὐξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοι αῦτα ἡμῖν διακομίζουσι γράμματα καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν. 260.2 Ἐπεζήτησας τὸ πολυθρύλητον ἐκεῖνο καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει τὸ «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει». ∆ιὰ δὲ τούτου τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας τὸ Τιμοθέου, ὃ παρέδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάττοντα (δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει)· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος καὶ τῷ πλήθει τῶν θλίψεων αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανήγαγες. Ἔστι δ' οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ὑποδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν, ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντα ποδόσεις, ἀλλ' ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθή κης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι καὶ τοὺς λοιποὺς σωφρονεστέ ρους ποιεῖν τῷ ὑποδείγματι. Οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπ' αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσ πίπτων. 260.3 Ἐπειδὴ δὲ ἐρευνᾶν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέ ρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται καὶ τί τὰ ἐκδικούμενα, πότερον