215
τὰ ἁμαρτη θέντα ἑπτά ἐστιν ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. «Ποσά κις γάρ, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφὸς καὶ ἀφήσω αὐτῷ (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); Ἕως ἑπτάκις;» Εἶτα ἀπόκρισις τοῦ Κυρίου· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά». Οὐ γὰρ ἐπ' ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. Καὶ δι' ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαβ βάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλ λαγὴ καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδομα τικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει, ἐν ᾧ γίνον ται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ ∆εσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. Τὸ μὲν οὖν ἑπτάκις διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ' αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπ' αὐτῷ ὁρισθέντα, καὶ οὕτως οὐκ ἀποτεύξει τῆς ἐννοίας. Ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος μεθ' οὗ διελέχθη τῷ ἀδελφῷ εἰπών; «∆ιέλθωμεν εἰς τὸ πεδίον»· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα ὅτι γονεῦσι πένθος ἐνεποίησεν· ἕβδομον ὅτι Θεὸν ἐψεύσατο· ἐρωτηθεὶς γὰρ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα». Ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρε θῆναι τὸν Κάϊν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος ὅτι «Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου», καὶ «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς», ὁ Κάϊν φησίν· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώ που σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· «Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει». Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐκ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ' αὐτοῦ) καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπ' οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπο μένης· «Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων· «Οὐχ οὕτω», τουτέστιν οὐκ ἀναιρεθήσῃ. Κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. Ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατ' ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ τὰ κολαστήρια. Ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθὲν ἐφ' ᾧ ἡ ἐκδίκησις καὶ ὁ τρόπος τῆς κολάσεως δι' οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ. 260.4 Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατό πιν ὁ λόγος ἀπηριθμήσατο. Νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστιν αὐτῷ τὰ εἰς κόλασιν ἐπαγόμενα, καὶ φαμὲν οὕτως, μετὰ τὴν πεῦσιν τοῦ Κυρίου· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος ∆εσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. Ἀρνησαμένου γὰρ αὐτοῦ ταχὺν ποιεῖται τὸν ἔλεγχον εἰπών· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με». Ὥστε τὸ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. Εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. Νῦν δὲ ἐπε φάνη ὁ