216
ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων· «Οὐκ οἶδα. Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ἐγώ;» Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖ τὰς τιμωρίας. «Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ». Μία κόλα σις. «Ἐργᾷ τὴν γῆν». ∆ευτέρα αὕτη. Ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ' ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ ἣν ἐπικατάρατον ἑαυτῷ ἐποίησε μιάνας ἀδελφικῷ αἵματι. «Ἐργᾷ οὖν τὴν γῆν». ∆εινὴ τιμωρία· ἡ μετὰ τῶν μισούν των διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. «Ἐργᾷ τὴν γῆν», τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. «Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς». Καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατει νομένῳ καὶ κοπιῶντι. Ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία, ἡ ἀκαρπία τῶν πόνων. «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς». ∆ύο προσέθηκεν ἄλλας ταῖς τρισί· στεναγμὸν διηνεκῆ καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως δυνάμενον προσφέρειν τῷ στόματι οὔτε ποτὸν προσ κομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία ἣν αὐτὸς ἀπε κάλυψεν ὁ Κάϊν εἰπών· «Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι». Τί ἐστι τό· «Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς»; Τουτέστιν εἰ χωρίζεις με τῆς ἀπ' αὐτῆς ὠφελείας. Οὐ γὰρ μετετίθετο ἐφ' ἕτερον τόπον, ἀλλ' ἠλλοτριοῦτο τῶν ἐπ' αὐτῆς καλῶν. «Καὶ ἀπὸ τοῦ προσ ώπου σου κρυβήσομαι». Ἡ βαρυτάτη κόλασις τοῖς σωφρο νοῦσιν, ὁ ἀπὸ Θεοῦ χωρισμός. «Καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσ ώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. Τί οὖν ὁ Κύριος; «Οὐχ οὕτως». Ἀλλ' ἔθετο σημεῖον ἐπ' αὐτόν. Ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. Καὶ γὰρ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη, ἣν καὶ περὶ τῆς Κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον. 260.5 Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον· «Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι ἑπτάκις ἐκδεδί κηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά». Καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ ἐπὶ τῷ μακρο τέραν δοῦναι τὴν τιμωρίαν. Ἔστι δὲ οὐκ ἀληθές. ∆ύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. «Ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον»· τὸν ἄνδρα εἰς τραῦμα καὶ νεα νίσκον εἰς μώλωπα. Ἄλλο οὖν τραῦμα καὶ ἄλλο μώλωψ. Καὶ ἄλλο ἀνὴρ καὶ ἄλλο νεανίσκος. «Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά». Τετρακοσίας καὶ ἐνενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρα σχεῖν τὰς κολάσεις. Ὁ μὲν γὰρ ὥσπερ οὐκ ἔμαθε παρ' ἄλλου τὸ φονεύειν οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν. Ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ οὐκ ἐσωφρονίσθην τῷ ὑπο δείγματι. Ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐνενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δὲ πρὸς