218
μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεταί τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος. Ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. Καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις, τουτέστι ῥομφαία». «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλο γισμοὶ» αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμόν, τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον, τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ' αὐτὸν πίστιν. Οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. Τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου δειχθῇ.
261.τ ΤΟΙΣ ΕΝ ΣΩΖΟΠΟΛΕΙ
261.1 Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθ'
ὑμᾶς πραγμάτων ἐπεστείλατε. Καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγ καίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαριστήσαμεν τῷ Κυρίῳ. Ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι, πρὸς τῇ παρὰ τῶν Ἀρειανῶν ἐπαγομένῃ ταραχῇ ταῖς Ἐκκλησίαις καὶ τῇ συγχύσει ἣν ἐκεῖνοι περὶ τὸν τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη κενοφωνία εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. Ἐγράφετε δὲ εἶναί τινας παρ' ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπ' αὐτοῖς, ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. Ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα πρῶτον μὲν διὰ πατριαρχῶν ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. Εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι' ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωσέως· εἶτα προφήτας προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. Μετὰ πάντας τού τους ἐπ' ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, «Γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». 261.2 Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι' ἑαυτοῦ. Εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὸ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς θεοφόρου σαρκὸς τὰ πάθη, οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες, οὐκ ἀνεπλάσθη τὸ διαπεπτω κός, οὐκ ἀνωρθώθη τὸ κατερραγμένον, οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. Ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. Τίς δὲ χρεία τῆς Ἁγίας Παρ θένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ χρισ τοφόρος σὰρξ προσλαμβάνεσθαι; Ἀλλὰ τίς οὕτω τολμηρὸς ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυ ρίας ἀνανεοῦσθαι; Οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ