1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

219

τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου ὃς ὀλίγας τοῦ Ἀποστόλου λέξεις ἀποσπαράξας τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα μορφὴν λέγων δούλου καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι καὶ ἐν σχή ματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλ' οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρ' αὐτοῦ προσειλῆφθαι. Τούτοις ἐοίκασι συγ γενῆ φθέγγεσθαι· τούτοις ἀποδύρεσθαι προσήκει τὰς νεωτέ ρας ὑμῖν ἐπεισάγουσι βλασφημίας. 261.3 Τὸ δὲ ἐπ' αὐτὴν λέγειν τὴν θεότητα τὰ ἀνθρώπων διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον οὔτε εἰδότων ὅτι ἄλλα σαρκὸς πάθη καὶ ἄλλα σαρκὸς ἐμψύχου καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. Σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύ εσθαι, καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶ σθαι καὶ πεινῆν καὶ διψῆν καὶ ὕπνῳ κρατεῖσθαι, ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. Ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. Ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεχόμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρ ρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσά μενος. ∆ιὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας. Ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. Ἀλλ' ὥσπερ ὁ θάνατος ὁ ἐν τῇ σαρκὶ διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθεὶς κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξαναλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ, ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα μήτε ὑπόδικον θανάτῳ μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν Πατέρων αἱ παραδόσεις. ∆ιαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον καὶ κρίσιν Θεοῦ ἀναμένοντι διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθού μενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν προτιμοτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσ σεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε ταῦτα διὰ τῆς συντυχίας ἀναπληρῶσαι. Καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς καὶ ἅμα πεπεισμέ νοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι' ὀλίγων ὑπόμνησις.

262.τ ΟΥΡΒΙΚΙΩ ΜΟΝΑΖΟΝΤΙ

262.1 Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν· ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς

ἀγάπης, καὶ συνεχῶς ποίει τοῦτο. Μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλ λῃς. Γνωρίζομεν γὰρ ἑαυτοὺς καὶ οἴδαμεν ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμία ἔστι κατὰ τὴν φύσιν· ὑπερ οχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος οὐδὲ κατὰ περιουσίαν χρη μάτων οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. Ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν ∆εσπότην μείζονα ἡμῶν εἶναι κατ' αὐτὸ τοῦτο; Συνεχῶς οὖν ἡμῖν ἐπίστελλε καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, τίνες τῶν τῆς Ἐκκλη σίας τῆς καθ' ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γρά φειν καὶ τίσιν ἐπαναπαύεσθαι. Ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκεί νης ἐννοίας ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος καὶ οὐχὶ προσλαβόντος διὰ τῆς Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλ' αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος.