1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

220

262.2 Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. Ἀλλ' ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. Εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. Τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν τοῦ Θεοῦ εἰπόντος· «Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι». Ἔπειτα πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς Ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα τῇ θεότητι συναφθὲν κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; Ὁ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. Πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις· Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. Ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ φήμη ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισ μῶν εἰσίν, ἀναγκαῖον ἡγησάμην μὴ ψιλὴν πορίσασθαι τὴν πρόσρησιν, ἀλλά τι ἔχειν τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. Ταῦτα οὖν παρακαλοῦμεν διορθώσεώς τε τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.

263.τ ΤΟΙΣ ∆ΥΤΙΚΟΙΣ

263.1 Κύριος ὁ Θεὸς ἡμῶν, ἐφ' ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ

παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκει μένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνε πλήσατε ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν καὶ ἐκ τῆς συμπαθείας τῶν καθ' ἡμᾶς λυπηρῶν, ἣν συνεπαθήσατε ἡμῖν ὡς ἐνδεδυ μένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. Καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλ' οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατροὺς δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. ∆ιὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς πορεύεσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν· ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. Εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύ την εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλ' ἐπιστείλατε ἡμῖν ὅσα παρ' ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. Πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν ἐπ' αὐτοῖς ἡ θλίψις καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι' ὑμῶν τῶν γνησίως δουλευ όντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν. 263.2 Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας μένει ἐπὶ τῆς ἰδίας πλάνης καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι. Οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσον τες ἀφειδῶς τὰ Χριστοῦ ποίμνια καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. Οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. Ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς τὰς ταραχὰς παρ' ἡμῖν ἐργαζο μένους καὶ ταῖς Ἐκκλησίαις ὑμῶν φανερὸν καταστήσητε. Ὁ μὲν γὰρ παρ' ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς