221
ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων. Ὑμεῖς δὲ ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέ λειαν. Ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγ ματος. 263.3 Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων 263.3 λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὃς πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συνθεὶς βλασφημίας ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισ κόπῳ Ἑρμογένει τῷ Καισαρείας κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. Καὶ οὕτω τὴν χειροτονίαν ὑπ' αὐτοῦ δεξάμενος Εὐστάθιος μετὰ τὴν ἐκείνου κοίμησιν εὐθὺς πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπό λεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσ σεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. Εἶτα ἐκεῖθεν δι' ἃς δήποτε αἰτίας ἀπελαθεὶς ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν· τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρό νημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. Καὶ τυχὼν τῆς ἐπισκοπῆς, ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθε ματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. Κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθὼν ἔγραψε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. Ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. Καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτηνῇ προκαθῃρῆσθαι ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστά σεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. Καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Λιβε ρίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστο λὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύαναν συνόδῳ ἀποκατέστη τῷ τόπῳ. Οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην ἐφ' ᾗ ἐδέχθη καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν Πνευμα τομάχων αἱρέσεως. Ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς Ἐκκλησίας καὶ τῇ παρ' ὑμῶν δεδο μένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν καὶ ἐπισταλῆναι ταῖς Ἐκκλησίαις τίνα μέν ἐστιν ἐφ' οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε Πατέρων. 263.4 ∆εύτερος μετ' αὐτόν ἐστιν Ἀπολινάριος οὐ μικρὰ καὶ αὐτὸς τὰς Ἐκκλησίας παραλυπῶν. Τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος ὅτι· «Φύλαξαι ποιῆσαι βιβλία πολλά»· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. Πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; Ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολο γίας οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλ' ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα. Ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊ κῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι καὶ σαββατίζειν καὶ βρωμάτων ἀπέχεσθαι καὶ θυσίας προσοίσειν Θεῷ καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. Ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; Εἶτα καὶ τὰ περὶ Σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχὴν ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντε τυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆ ρα· οἱ δὲ πολλοὶ ταῖς καινοτομίαις προσέχοντες ἐξετράπη σαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων. 263.5 Ὁ μέντοι Παυλῖνος εἰ μέν τι καὶ