223
πάλαι Ἰσραὴλ ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. Καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζό μενοι ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῖν προβαλλόμενος ὁ Κύριος ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ὑποδείγματα ἐχαρίσατο. Ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν τὸ περὶ τὴν ἀδελφό τητα ἐπιμελὲς καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέρχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλ' εἴ τι πρὸς οἰκοδομὴν τῶν Ἐκκλησιῶν ἐνεργεῖν προαι ρεῖσθε, δίκαιον ἐνομίσαμεν κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. Οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν Ἐλπίδιον τὸν συνδιάκονον ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρ' ἑαυτοῦ δυνάμενον ἀναγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος διαπέφευγε διδασκαλίαν. 265.2 Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν, ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας, ἀλλ' ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινο τομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρ' αὐτῶν βλάβην οὐ κατεδέξασθε. Καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολι ναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. Τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῷ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται· «Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν». Τὸ δὲ παρ' ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσ φορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. Ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾶν τῆς εὐθύτητος τῶν δογμάτων. Τί γὰρ ἐν ἔργοις παρ' αὐτοῦ θερμὸν καὶ τολμηρὸν οὐκ ἐπράχθη; Τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; Οὐ πᾶσα μὲν Ἐκκλησία ἐφ' ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς παρὰ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρ' αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν παρασυναγωγὴν ἐκδικῆσαι; Οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκό πων περιερχομένων, ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ Εὐαγγελίου τῆς σωτηρίας; Οὐχὶ οἱ περὶ Θεοῦ λόγοι παρ' αὐτῷ πλήρεις εἰσὶν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελ λίου δι' αὐτοῦ νῦν ἀνανεωθείσης τοῖς συντάγμασιν; Εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρ' ἐχ θρῶν, ἀλλὰ κατ' ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ πάλιν Υἱὸν καὶ Πατέρα καὶ ἄλλα σκοτεινὰ ἀσεβῆ ῥήματα ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι εὐχόμενοι μηδεμίαν ἔχειν μερίδα πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. Οὐχὶ συγκέχυται παρ' αὐτῷ ὁ τῆς Ἐνανθρωπήσεως λόγος; Οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; Ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. Τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠμαύρωσε καὶ ἠφάνισεν ὡς ἡ τούτου μυθολογία; Ὅς γε τὴν μακαρίαν ἐλπίδα τὴν ἀποκειμένην τοῖς πολιτευ σαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι ὥστε εἰς γραώδεις λόγους καὶ ἰουδαϊκοὺς μύθους ἐκτραπῆναι. Ἄνωθεν ἐπαγγέλ λεται τοῦ ναοῦ τὴν ἀνανέωσιν καὶ