224
τῆς νομικῆς λατρείας τὴν παρατήρησιν καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν ἄραντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα καὶ σποδὸν δαμάλεως ῥαντί ζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμοὶ λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως, καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ, λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν, καὶ ὅλως, εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐν τάλμασιν ἀκυρωθή σεται. Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. ∆ιὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν τῇ πραΰτητι παιδεύειν τοὺς ἀντι διατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων (ἐβεβαίωσε γὰρ τὸν τῆς Παροιμίας λόγον ὅτι· «Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν»), στενῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια. 265.3 Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνησ θῆναι ὑμῶν τὴν εὐλάβειαν, ἵνα μηδὲν ἀπερισκέπτως μηδ' εὐκόλως τυπώσητε περὶ αὐτῶν. Ἀλλ' ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπο μένους αὐτῷ ἀναγκαῖον ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵν' οἱ ἡμῖν συναπτόμενοι δι' ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφό τητος, ἐπεὶ νῦν γε οὐ μετρία μετέσχε λύπη τοὺς πολλοὺς ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιό τητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. Καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν Ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν Πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων, καὶ οἱ τῆς ∆ύσεως πάντες σύμ φωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν, ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρ' ἑαυτοῖς ἑπόμενοι αὐτῶν τῇ ὑγιεῖ διδασκαλίᾳ. Ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὸ γινόμενον μᾶλλον ἐβεβαιώθη ἐν τῇ τῶν πολλῶν συγκαταθέσει καὶ ἡ εἰρήνη μὴ διέσπαστο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. Οὕτως ἦν πρέπον βουλεύσασθαι ἡμᾶς στιβα ρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις διαφερόντων. Οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλ' ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομέ νην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις ὡς «οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει». Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμ ματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα πάντα πρὸς καταρτισμὸν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μεθ' ὑμῶν οἰκονομήσαντες μεθ' ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου Κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. Τέως δὲ νῦν καταξιώ σατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις ἐφ' αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες ὅτι, κἂν πάνυ τὸ καθ' ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ ∆ύσει καὶ τοὺς κατὰ τὴν Ἀνατολὴν κοινωνικοὺς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.
266.τ ΠΕΤΡΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ