1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

225

266.1 Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελ φῷ ἀληθινὴν

ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. Καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθ' ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. Ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων καὶ ὁ πολὺς οὗτος κλόνος ὁ νῦν σαλεύων τὰς Ἐκκλησίας πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. Ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυ πούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκ νότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. Τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἔκπαλαι κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλ' οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη, θαυ μάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. Λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. Ἀλλ' ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. Ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρῴην γινομένοις ἀτάκτως οὔτε τὰς σὰς διωχλή σαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι αὐτομάτως φήμη δια κομίσει τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι, ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ἡμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις ὥσπερ δυσχεραίνοντας διὰ τί παρώφθημεν. Αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. Ὅπερ ἐπειδὴ ἐποίησας καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε καὶ εὐχαριστήσαμεν τῷ Κυρίῳ ὅτι ἔστι τι λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. Οὐ γὰρ μεθ' ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. Πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν οὐδέποτε ἠδυνή θην αὐτοῖς ἀποκρίνασθαι ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. Καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ Ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλ' ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς. 266.2 Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς ∆ωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. Καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκο λίᾳ. Ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. Ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου ∆αμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκαταριθμεῖσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέ βιον. Ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. Τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. Οἳ οὐδ' ἂν πρὸς ὥραν αὐτῶν ἐπεδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν