226
πίστιν εὕρομεν. Ἀλλά, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. Χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινω νίαν, καὶ μάλιστα νῦν ὅτε αἱ τῆς Ἀνατολῆς Ἐκκλησίαι πρὸς ὑμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνοιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυ θήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας πρὸς τὸ μὴ ἀντερεῖν τοῖς πολεμίοις τῆς πίστεως.
267.τ ΒΑΡΣΗ ΕΠΙΣΚΟΠΩ Ε∆ΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΙ
267.1 Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν ἧς ἔχω περὶ τὴν σὴν θεοσέ βειαν
ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι' ἐμαυτοῦ περι πτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. Ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα κατα πονεῖ με καὶ φροντὶς Ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος καὶ οὔκ εἰμι ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδη μίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν Ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλει τουργῶν σου καὶ τῶν συναθλητῶν ἃ εὐχόμεθα καὶ περὶ σοῦ αὐτοῦ ἃ νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης. Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. Καὶ τάχα οὐκ ἠδυνήθησαν δια σῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. Ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως καὶ ἐστείλα μέν τινα ἃ καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. Εἰ δέ τι, καὶ ὡς ἀσχολού μενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν μηδὲ λυπηθῇς, ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοι ποὶ πάντες. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
268.τ ΕΥΣΕΒΙΩ ΕΝ ΕΞΟΡΙΑ ΟΝΤΙ
268.1 Ἔδειξε καὶ ἐφ' ἡμῶν ὁ Κύριος ὅτι οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ
τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκε πάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. Σχεδὸν γὰρ παραπλή σιον τοῦτο τιθέμεθα τὸ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος σῶον διεφύλαξε. Καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. Πέπεισμαι γὰρ ὅτι τοῖς δάκρυσι τῶν Ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσσχὼν ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ. Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθ' ὑμᾶς δι' αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπ'