228
κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. Ὧν αὐτὴ πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη μεγίστην ἔχε τὴν παραμυθίαν, καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόν των μέριμναν, ὥστε καταξιωθῆναι δι' ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. Φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. Γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοι παῖς γυναιξὶ καὶ οὕτω τὸ πάθος μέτρησον ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. Ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.
270.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΑΡΠΑΓΗΣ 270.1 Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευ μένοις οὔτε
ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρα νομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγὴ καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. Οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τοῦδε ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν. Ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον χριστιανοῦ καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. Καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελό μενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ κατὰ τὸ ἤδη προλαβὸν παρ' ἡμῶν κήρυγμα τριετίαν πανοικὶ τῶν εὐχῶν ἐξόρισον. Καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν καὶ φυλάξασαν ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον, ἵνα μάθωσι πάντες ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἁρπαγέα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.
271.τ ΕΥΣΕΒΙΩ ΕΤΑΙΡΩ ΣΥΣΤΑΤΙΚΗ ΕΠΙ ΚΥΡΙΑΚΩ ΠΡΕΣΒΥΤΕΡΩ
271.1 Εὐθὺς κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει ὅσον
ἠθύμησα διαμαρτών σου· τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα τῷ τὰ ὅμοια πεπονθέναι; Ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄρισ τον Εὐσέβιον καὶ περιπτύξασθαι καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκεί νων ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἓν καὶ ἑστία μία καὶ παιδα γωγὸς ὁ αὐτὸς καὶ ἄνεσις καὶ σπουδὴ καὶ τρυφὴ καὶ ἔνδεια καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε. Πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; Ἀλλ' ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμ ματος ἰδεῖν σου τὴν λογιότητα καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμω τάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνισ τῶν σοι καὶ οἰκεῖον ποιῶν δι' ἐμαυτοῦ, μή ποτε δόξω περί εργόν τι ποιεῖν σοι προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. Ἀλλ', ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόν των χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγὼ οὐδεμίαν γνωρίζων κατ' αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόν των τὰς χεῖρας τῶν μὴ φοβουμένων τὸν Κύριον ἐπήρειαν. Καίτοιγε, εἴ τι ἐγεγόνει παρ' αὐτῶν, οὔθ' οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ. Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρ χούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. Πλὴν ἀλλ', ὅπερ ἔφην, οὐδὲ