229
κατεπενοήθη τι τοῦ ἀνδρός. Ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾶν σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.
272.τ ΣΩΦΡΟΝΙΩ ΜΑΓΙΣΤΡΩ
272.1 Ἀπήγγειλέ μοι Ἀκτίακος ὁ διάκονος ὅτι σέ τινες ἐλύπησαν καθ' ἡμῶν
διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. Ἐγὼ δὲ οὐκ ἐθαύ μασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. Πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθε ροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι' οὗ γνωρισθῶσιν ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. Καὶ σχεδὸν ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. Οὐ τοίνυν ἐθαύ μασα, ὡς ἔφην, εἴ τινες ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομ βοῦσιν. Ἀλλ' ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σὲ ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοὰς καὶ διαβολὴν κατ' ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. Καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾶν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. Οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. Εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. Καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρ' ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητεῖς, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευ χομένην. Μὴ γάρ ποτε εἰς τοσοῦτον καταβαίη τὰ σὰ ὥστε τῆς παρὰ τῶν οὕτω σμικρῶν ὁποῖος αὐτός εἰμι εὐεργεσίας προσδεηθῆναι. 272.2 Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; Ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. Πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκίας, ἀνδρὸς οὕτω δαπα νῶντος τὴν οὐσίαν; Ἀλλ' οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρ' ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. Ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι τὸ παρ' ἐμοῦ πρός τινας τῶν θορυβούντων λεχθέν, ὅτι· «Εἰ μὲν προῄρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπου δαζόμενα. Εἰ δὲ μεταβεβούλευται, μὴ παρασύρητε τὸ σεμνὸν ὄνομα τοῦ φίλου ἡμῶν μηδὲ ἐν προσχήματι δὴ τῆς περὶ τὸν προστάτην ἡμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλὴν καταπράττεσθε.» Πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι' ἐμαυτοῦ οὔτε δι' ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου. 272.3 Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ὡς ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν με τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. Ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν τὸν Ἀλέξανδρον μιμούμενος, ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πισ τεῦσαι τῷ διαβάλλοντι ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγί νωσκε καὶ τὸ φάρμακον ἔπινεν. Οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτὼν καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ' ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.