230
273.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΗΡΑ
273.1 Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾶν τὴν σὴν τιμιό τητα ὥστε τὰ
ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸν αἰδε σιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην (καὶ οὐδεμίαν ὑπερβολὴν) καὶ τῆς φιλίας διάθεσιν ὑπερε χόμενον, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκἀγαθίᾳ καὶ παρα καλῶ οἰκείως τε αὐτὸν θεάσασθαι καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου, ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναρι θμεῖν.
274.τ ΗΜΕΡΙΩ ΜΑΓΙΣΤΡΩ
274.1 Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια ὅτι
ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε καὶ μέχρι γήρως παρέμεινε τῇ τοῦ Θεοῦ χάριτι παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. Σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλο φυΐας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. Ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικε τεύω τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσσχόντα οὕτως οἰκειώσασθαι τὰ κατ' αὐτὸν πράγματα ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστα σίας δεηθῆναι, ἀλλ' ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπρα ξάμενον τὰ κατ' εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.
275.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΗΡΑ
275.1 Προέλαβες τὰς παρ' ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον
ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφ' ἑκάστου καιροῦ προστασίαις. Ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατ' αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιό τητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας, ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχει ρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. Πρὸς οὓς μίαν εὑρή σομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.
276.τ ΑΡΜΑΤΙΩ ΤΩ ΜΕΓΑΛΩ
276.1 Καὶ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν
ἡλικίᾳ πρεσβύτας, καὶ ἡμέτερος δὲ τῶν χρισ τιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. Ὥστε μὴ περιττόν με ἡγήσῃ μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. Οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθ' ὃν οἰκονομούμεθα. Τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον καὶ Θεῷ ὀφείλεσθαι παρ' αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. Ἐπεὶ οὖν τὸν Θεὸν