231
τὸν ἡμέτερον τῶν χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρ' ὑμῖν πολλῶν καὶ δι' ὑλικῶν συμβό λων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατ' ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. ∆υσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντας καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψει σοι τὴν ἐπ' αὐτῷ λύπην. Πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι' ἡμῶν πληρουμένην, ἣ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλὰ καὶ σὲ αὐτὸν οἴονται χριστιανὸν ὑποδέξασθαι, οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.
277.τ ΜΑΞΙΜΩ ΣΧΟΛΑΣΤΙΚΩ
277.1 Ἀπήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός
σου καὶ ἐνεποίησέ μοι πόθον τῆς συντυχίας ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα, καὶ τοσοῦτον ἐξέκαυσέ μου τὸ περὶ σὲ φίλτρον ὡς, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. Καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λογισμῷ ποιῆσαι, ταπεινοφροσύνῃ χρήσασθαι τῇ ὀφειλομένῃ χριστιανῷ φρονοῦντι περὶ ἑαυτοῦ, οἷα εἰκός, ὅθεν ἔφυ καὶ οἷ πορεύσεται. Ἡ γὰρ τῆς φύσεως ἔννοια κα ταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει καί, τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι τοῦ εἰπόντος· «Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ». Τῷ γὰρ ὄντι, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. Τοῦτο δέ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. Ἥ τε γὰρ νεότης τῶν ἠρινῶν ἀνθῶν ὀξύτερον καταρρεῖ καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ μαραίνεται. Καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. Αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. Ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν οἱ λόγοι ἄχρι τῆς ἀκοῆς τὴν χάριν ἔχουσιν. Ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. Ὧν ἐπιμελόμενος ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγε λίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν. Τίνι δ' ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσοιο μακρότερον εἰπεῖν ἢ κατὰ τὴν πα ροῦσαν ὁρμὴν τοῦ λόγου. Ἐπῆλθε δ' οὖν μοι καὶ αὐτὰ ταῦτα προσφθέγξασθαι ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκ νου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσε βείας βρύοντι.
278.τ ΟΥΑΛΕΡΙΑΝΩ
278.1 Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος
ἐπεθύμουν ἰδεῖν. Προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνῆσαι πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντα σύνοδον. Ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. Πάλιν γὰρ ἐκεῖ ἡ Εὐήσας, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. Ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα κατα ξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν νέος φοι τῶν παρὰ