233
282.1 Μὴ καλούμενος ἐγκαλεῖς καὶ καλούμενος οὐχ ὑπακούεις. Ἐκ δὲ τῶν
δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκήψει μάτην χρησάμενος. Οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. Ἐπάκουσον οὖν καλοῦσι νῦν καὶ μὴ γένῃ πάλιν ἀγνώμων εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. Ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ· εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλ' οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. ∆ὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτό σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις τὴν χάριν.
283.τ ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ
283.1 Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσ κειν μετὰ τὰς
κατὰ τὴν ὀρεινὴν μελλούσας παρ' ἡμῶν τυποῦσθαι. Συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνο δον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. Στοχάζεσθαι δὲ ὀφείλεις ἐκ τῶν κατὰ σεαυτὴν πραγμάτων. Εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμ νῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφ' ἑκάστης ἡμέρας ἀσχο λίας ἔχειν; Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσ θαι ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. Ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾶν, αὐτάρκη τὴν ἐκ τοῦ Ἁγίου Πνεύ ματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸς τὸ συμφέρον.
284.τ ΠΕΡΙ ΜΟΝΑΖΟΝΤΩΝ ΤΩ ΚΗΝΣΙΤΟΡΙ
284.1 Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιό τητί σου τῶν
μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπ' αὐτοῖς αἰτεῖν, ἀλλ' ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας. Ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. Καὶ γάρ, εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησά μενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. Οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι' αἰδοῦς ἄξεις καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.
285.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΤΗ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΡΟΣΤΑΣΙΑ
285.1 Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν
ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπι διδούς σοι ταύτην ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. Τούτῳ κατα ξίωσον περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου δοῦναι καὶ λόγου παρρησίαν καὶ περὶ ὧν διαβεβαιοῦται προσσχεῖν, ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. Τοιαύτη γὰρ ἡ κτῆσις τῶν πτωχῶν ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτὴν