1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

234

διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.

286.τ ΚΟΜΕΝΤΑΡΗΣΙΩ

286.1 Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ

ἐργαζομένων καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν ὡς τὰ δημόσια πράττοντι τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφ' ἡμῶν προσήκει τῆς πρεπού σης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. ∆ιὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενο μένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα καὶ τὰ μὲν ταμιευ θῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιή σειν πρὸς τὸ ἐφεξῆς. Ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα. Εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι ὅτι ἐπιτρέ πομέν σοι ποιεῖν ὃ βούλει.

287.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΚ∆ΙΚΗΤΑΙΣ 287.1 ∆υσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. Οὐ γὰρ ἔχομεν τί

χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν ἀπεγνωσμένῳ. Εἰς κρίσιν μὲν γὰρ καλούμενος οὐχ ὑπακούει· κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. Εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. Καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλί γου τῆς πείρας ἐστὶ τὸ κατ' αὐτὸν τεκμήρασθαι. Τί δὲ ἐρωτᾶτέ με καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρ' αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον; Ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων πανοικὶ τῶν εὐχῶν κεχωρίσθω καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατι κοὺς κοινωνίας. Ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσε ται.

288.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΚ∆ΙΚΗΤΑΙΣ

288.1 Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει

εἰς μετάνοιαν ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. Γέγραπται γάρ· «Ἐὰν ὁ ἀδελ φός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης». Ὃ οὖν ἐγένετο τοῦτο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. Καὶ διαγγελήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκ τον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ γένηται παντε λῶς κατάβρωμα τοῦ διαβόλου.