235
289.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΚΑΤΑΠΟΝΟΥΜΕΝΗΣ 289.1 Ἐγὼ ἴσον ἁμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾶν τοὺς ἁμαρτάνοντας
καὶ ὑπερβαίνειν τὸ μέτρον τὴν τιμωρίαν, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας, καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπι τρέψαι. Ὥστε εἴ τι ὄφελος ἐμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα. Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλῶν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. «Ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου, ἵνα ἑνὸς τούτου τύχοιμι, τὴν παρὰ Θεοῦ εὐδοκίμησιν καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου. Ἐπεὶ δὲ ἄνθρωπος ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμ μένος εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν καὶ ἀγνοίᾳ τῶν κατ' αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένῃ ἐλάσαι, εἰς τοσοῦ τον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατ' ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. Ἐφ' οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγα νακτήσεως πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασ φημίας. Πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι' ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. Καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὲς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ. Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσ θαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. Ὁ δὲ συναλγῶν οὐκ ἔστιν, ἀλλ' ὄντως νῦν τῆς ἐρημίας ᾔσθην καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα, καί, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν, οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.» Ταῦτα καὶ πολλῷ ἔτι πληκτι κώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα ἀπῆλθεν οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. «Οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλ' εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται». Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκί μασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρ' ἑαυτῷ μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας, οἷς πάλαι προείρηται παρὰ τοῦ Ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα τῷ ἐπὶ πονηρίαν ἔργῳ· «Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ». Ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. Ἴσως δ' ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας, καὶ τότε δείξομεν ὅτι οὐδὲν ἡμῶν ὄφελος ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
290.τ ΝΕΚΤΑΡΙΩ