237
δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον. Ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον, καὶ τοῦτο ἀκουστικῶν δύο πόρων ἡμῖν ἀνεῳγμένων. Ὀφθαλμοὶ δέ, ἐὰν μὴ πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν ἀμφότεροι, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. Καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως, τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν. Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλ' οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις ἡμῶν αὐτῶν γινό μεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαι οῦμεν τῷ ἔργῳ καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν βουλομένοις ὅτι οὐκ ἔστιν ἐπ' αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν θέλωσι; Τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν. Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν, πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐποίει ἡ προσθήκη τοῦ ἀποστείλαντος. Τὰ δὲ ἀπὸ τοῦ Πόντου, ἄκοπα καὶ κηρούς, ἡδέως δέξαι ὅταν ἀποστείλω μεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.
292.τ ΠΑΛΛΑ∆ΙΩ
292.1 Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεὸς οἰκονομήσας
τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. ∆υνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπό μενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. Ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυ μίᾳ, μάλιστα νῦν ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπό τητα τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι. Ἐπειδὴ οὖν οἰκεῖον μέν σε αὐτῷ ὁ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα λελογισμένως τὴν χάριν δέξασθαι καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ἢ ῥυτίδα ἐπι βάλλων τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλ' ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων ὡς Χριστὸν ἐνδυσά μενος. «Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χρισ τὸν ἐνεδύσασθε.» Ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέ ποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.
293.τ ΙΟΥΛΙΑΝΩ
293.1 Πῶς σοι τὸν ἐν τῷ μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν, εἰ καθαρῶς
ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; Πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα, εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; Καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη καὶ ἀεὶ ἑστῶσα καὶ ἡ αὐτή, τούτους ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφίεται γαλήνην ποιεῖν ὅτε βούλεται· ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾶν