239
αὐτὸ τῷ Κυρίῳ. Ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρ' ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελίᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπ' ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ οὗ τὸ ὄνομα ἐπικέκληται ἐφ' ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ καὶ τὸ νωθρὸν διε γείρῃ καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ. Πολλὴ γὰρ ἡ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκρι βείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. Οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφ' ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ, ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ἡμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμι λίας καὶ παρακλήσεως. Ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆ σθαι ὑμᾶς τῆς τῶν Πατέρων πίστεως καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ἡμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχει ρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθ' ἑαυτὴν μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία ἀγαθῶν ἔργων ἄμοιρος οὖσα παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ, ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή. Πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ Ἀπόστολος, «δι' ἀγάπης ἐνεργουμένη».
296.τ ΕΛΕΥΘΕΡΑ
296.1 Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως καὶ ἣν ἔχεις περὶ τὸ ἔργον
τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες κατεθαρρήσαμεν ὡς θυγατρὸς πρῴην καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμε νοι, παρετείναμεν δ' οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. Ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι διαθέσεως τὸ γινόμενον. Ὁμοῦ δὲ καὶ ὑπο μιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆ σθαι τοῦ Κυρίου καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεὶ τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου Κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ. Τὴν εὐγενεστάτην θυγατέρα ἀσπα ζόμεθα διὰ σοῦ, καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχὴν καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος ἡ διάνοια αὐτῆς μᾶλλον ἢ τὸ σῶμα ὑπὸ τῆς φύσεως.
297.τ ΕΛΕΥΘΕΡΑ
297.1 Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν
καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι καὶ ἀπούσῃ μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμ μασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διά κονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε, δι' αὐτῆς προσφθέγγομαί σε προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ὁ ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν. Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα, σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώση ται ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ