1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

240

Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀνα παύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.

298.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΝ∆ΡΙ ΕΥΛΑΒΕΙ

298.1 Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς

φροντισμάτων κεχρῆσθαι ποιεῖς πρέπον τῇ σεαυ τοῦ τελειότητι, καί σε ὁ Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψεται. Ὅτι δέ σου ἥψατο ἡ ἀπάτη τούτου ἐθαύμασα, εἰ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδε μιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. Οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα, ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν, ἢ εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίγνεσθαι πέφυκεν. Ἀλλ' ὁ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. Ὅτι δὲ ἀληθὴς ἡμῶν ὁ λόγος ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.

299.τ ΚΗΝΣΙΤΟΡΙ

299.1 Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν

ἐπιμέλειαν. Καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρε τῆς μεταποιουμένους μὴ μεθ' ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. Τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. Ὁρῶσι γὰρ δεινὰ καὶ πειρῶνται ἀηδῶν καὶ ἐπ' ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες, ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων καὶ πρὸς χρήματα βλέπον καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν ἀφ' ἧς δυνήσονται φίλους εὖ ποιεῖν καὶ ἐχθροὺς ἀμύνεσθαι καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζό μενα. Ἀλλ' οὐ τοιοῦτος σύ. Πόθεν; Ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας· σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέ χειν ἑτέροις πλείονος σπουδῆς ἄξιον τιθέμενος ἢ ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν. Ἀλλ' ἐπειδὴ ἐβουλήθη ὁ Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι μηδὲ ὥσπερ ἐν ἀνδραπόδων ἀγορᾷ εἶναι τὴν ἀπο τίμησιν, ἀλλ', ὡς ἔστι δίκαιον, ἕκαστον γράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλ' οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. Καὶ μήτε δυναστείαν ὑποπτήξῃς μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. Οὕτω γὰρ καὶ τοῖς πεπιστευ κόσι φανερὰ γενήσεταί σου ἡ περὶ τὸ δίκαιον σπουδὴ καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. Ἢ κἂν ἐκείνους δια λάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.

300.τ ΠΑΤΡΙ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

300.1 Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς ὁ Κύριος τοῖς χριστιανοῖς,

τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπισ τευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν περὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον ἐλογισάμεθα καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε ἡμῖν τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις τοσοῦτον τῆς καρδίας τὸ