1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

242

προσετέθημεν ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά. Ὅτε δὲ καὶ τῆς μακαρίας ψυχῆς ἐκείνης ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφ' ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρί. Οὕτω πρὸς τρόπου ἀλλήλοις ἦτε· ὥσπερ ἐν κατόπτρῳ ἕκαστος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προεδείκνυ. Καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο. Ἀλλὰ τί δεῖ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν καὶ ψυχὴν ἑκάστην λειτουργήσα σαν τῷ βίῳ τὰ ἀναγκαῖα εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι; Οὔτε πρῶτοι πεπόνθαμεν, ὦ θαυμάσιε, οὔτε μόνοι, ἀλλ' ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. Καὶ πλήρης ὁ παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. Σὲ δὲ τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς σῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασῶσαι μὴ τὴν νῦν ζημίαν δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. Τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ Θεὸν μακαρισθεῖσιν ὑπῆρξεν, ἤπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν ἕν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμό νως λογιζομένοις. Πολλοὺς γὰρ ἔγνωμεν ὥσπερ βάρους ἀπόθεσιν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως δεχο μένους. Ἀπόβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ τὸν ἥλιον καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μὲν τοσαῦτα καὶ τηλικαῦτα ὄντα μικρὸν ὕστερον οὐ φανήσεται· ἐκ πάντων τούτων συνάγαγε ἐκεῖνο ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα, ἐπεὶ καὶ ὁ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. ∆ιότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς ὁ ∆ημιουργὸς ἐμηχανήσατο. Εἰ δὲ ὅτι θᾶττον προαπῆρεν ἡμῶν ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχλη ρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἀπολειπούσῃ. Πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω χριστιανὸν ὄντα καὶ ἐπ' ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα. Οὕτως οὖν διανοεῖσθαι προσῆκεν ὡς ὁδόν τινα παρελθούσης ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι. Εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. Μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτε ρον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. Ἀλλὰ τῆς λύπης τὸ βάρος ὁ λογισμὸς ἡμῶν ἀποσεισάμενος τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.

302.τ ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΒΡΙΣΩΝΟΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ

302.1 Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους τοῦ κατὰ τὸν

ἄριστον τῶν ἀνδρῶν Βρίσωνα τί χρὴ καὶ λέγειν; Πάντως γὰρ οὐδεὶς οὕτως ἔχων τὴν καρδίαν λιθίνην ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου εἶτ' ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. Ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἡ ἐπὶ σοὶ φροντὶς διεδέξατο λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν οὕτω μὲν φύσει χρηστὴν οὖσαν καὶ πρὸς τὰς συμπα θείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθά νεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. Καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις ἢ εἰ τὸ ἥμισυ ἡμῶν