243
τοῦ σώματος ἀπερρήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, ἡ δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; Πρῶτον μὲν ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία, τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακ ται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ' ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος μηδὲ χρόνῳ καταμαραν θέντος ἀναχωρῆσαι τοῦ βίου, ἀλλ' ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. Ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιού του δυσχεραίνειν ὀφείλομεν, ἀλλ' ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν ἡ Ῥωμαϊκὴ Ἀρχὴ τῆς ζημίαςἐπῄσθετο, ὃν καὶ Βασιλεὺς ἀνεκαλέσατο καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν. Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυ θίαν τοῦ πάθους. Ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι ὁ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ἐνεγκὼν μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. Οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ Ἀποστόλου. Ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι τὴν ἀπουσίαν τοῦ ποθου μένου παραμυθούμενοι. Ὥστε ἡ περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν, καὶ μεριμνῶσα περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπό μενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. Ἡ γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας καὶ ἡ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτὸν ἱκανή ἐστιν ἐπισκο τῆσαι τῇ λύπῃ ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπ' αὐτῆς. Παράσχοι δὲ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν καὶ πάσαις ταῖς καθ' ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατ' ἀρετὴν βίου.
303.τ ΚΟΜΗΤΙ ΠΡΙΒΑΤΩΝ
303.1 Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά
σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. Ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμιότητί σου καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.
304.τ ΑΒΟΥΡΓΙΩ
304.1 Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου.
Ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρ' ἡμῶν, ἀπέλθοι ἔχων ἃ βούλεται παρὰ σοῦ.
305.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝΑΡΕΤΟΙΣ ΑΝ∆ΡΑΣΙΝ 305.1 Ἤδη γνώριμος ὑμῖν ἐστιν ὁ δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ
ἀνδρός. Ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει ἡ γλῶττα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ὁ ἀνὴρ ἄγει. Κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέ ρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας καὶ