245
308.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΤΑΣΙΑ
308.1 Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου
Καπράλεως ἕνεκεν διελέχθην καὶ προσήγα γον αὐτοὺς τῇ ἡμερότητί σου παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν προΐστασθαι αὐτῶν ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι. Καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφά νειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μεί ζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. Ὅτι γὰρ μία ἡμῖν εὐχὴ ἡ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία ἡγοῦμαι πεπεῖσθαί σε.
309.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝ∆ΕΕΙ
309.1 Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ
οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέ λειαν ἔχει ἀπὸ τῆς πενίας. Ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαν τος νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφ' ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν, ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. Τούτῳ τὸ σῶμα περιλέλειπται μόνον καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι. Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου ἀκριβῶς ἠπιστάμην. Ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων καὶ ἐπέ στειλα εἰδὼς ὅτι ἡ ἡμέρα αὐτῷ ἐν ᾗ ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.
310.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΩΝ
310.1 Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν
ἕνεκεν· πρῶτον μὲν ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δὲ καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε, οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν ὁ Κύριος ἀξίαν παραμυθίαν τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. Ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβα ρημένον καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπο ρίας ὑπάρχον, ὃ καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευ θῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.
311.τ ΠΡΩΤΕΥΟΝΤΙ
311.1 Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιό τητα οἱ ταῖς
διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλ' ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. Πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ ὥστε μηδένα πλέον ἐπιζητῆ σαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. Ὅμως δὲ πληροφοροῦντες τόνδε ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολὴν συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦν τες καλῶς τε αὐτὸν ἰδεῖν