247
315.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΟΥΣ 315.1 Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου
παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυ κεφάλου χαλεπωτέραν. Ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. ∆ιὸ παρακαλοῦ μέν σου τὴν εὐγένειαν καὶ ἡμᾶς τιμῶντα καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμὴν παρα σχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὐτοῖς καταστῆσαι.
316.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΚΑΤΑΠΟΝΟΥΜΕΝΟΥ
316.1 Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν
χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως διὰ τὸ καθ' ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην συνιστῶν σοι τὸν ἄνδρα καὶ παρακα λῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προ κείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. Ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτοῦ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.
317.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΕΝ∆ΕΟΥΣ
317.1 Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ
σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. ∆εῖγμα γὰρ ποιούμεθα ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου τὸ μὴ δέχεσθαι ἐφ' οἷς ἂν ἑκάστοτε γράφωμεν τὰς ἀποκρί σεις. Πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον. Σὲ μὲν οὖν ὁ Ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι. Ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.
318.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΠΑΤΡΕΩΤΟΥ
318.1 Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τὸ τῆς
πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. Καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε δέξαι καὶ ὡς πατρεώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρ' ἡμῶν συνιστάμενόν σοι, καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. ∆ῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις οὐ παρ' ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.
319.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΞΕΝΟΥ