1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

248

319.1 Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδοὺς χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν χριστια νῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. Τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. Ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι. Ἐπεί, διὰ τῶν πολιτευομένων παρέ ξεις αὐτῷ τὰ σπουδαζόμενα. Οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.

320.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΗΓΟΡΙΑ

320.1 ∆ιὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου τῷ τὸν

ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδια τρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. Ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. Ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρού σης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης. Ἐπεὶ οὖν ἐπάνεισι τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι' αὐτοῦ παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα) καὶ ἅμα σημαίνομεν ὅτι οἱ ὑπεύ θυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. ∆ιὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖρος ἡμῶν καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρ' ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. Ταῦτα μὲν εἰς τοσοῦτον. Τὰ δὲ τῶν Ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἤ τινα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διά τινος τῶν γνησίων ἀδελφῶν καταξίωσον.

321.τ ΘΕΚΛΗ

321.1 Τὸ παριππεῦσαν ἔτος κρυμὸς γεγένηται τῇ πατρίδι βαρὺς καὶ τῶν

ἀμπέλων τὰς βλεφαρίδας πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν· αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς ἡμῶν καὶ ἀβρόχους τὰς φιάλας εἰργάσαντο. Τί δήποτ' οὖν σοι τῶν φυτῶν τὴν ἀκαρπίαν ἐκτραγῳδῶ; Ἵνα ἡμῖν, κατὰ τὸν Σολομῶντα, αὐτὴ γένῃ ἄμπελος κυπρίζουσα καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐξοι νώσασα τοῖς πόνοις τὴν δρόσον. Εἰσί τινες παρ' ἡμῖν ἄνδρες οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγὼ ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν' ἡμῖν ἐκ ποταμίας τοὺς τῶν σῶν κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. Τοῦτο γὰρ ποιήσασα τάχος πολλῶν μὲν ἀναπαύσεις ψυχάς, εὐφρανεῖς δὲ ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.

322.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΦΙΛΩ ΣΥΜΠΑΣΧΑΣΑΙ

322.1 ∆εξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ

εὐχαρίστησα τῷ Κυρίῳ καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. Τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε