249
τὴν κατάστασιν. Οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. Αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. Εἰ γὰρ καὶ ὅλως ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. Νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότε ρον ἄν τις ἑαυτὸν ἀγνοήσειεν), ἀλλά, κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν καὶ πρὸς τὴν μακρὰν ἀπόληψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατὸν διὰ τὰς ἀκουομένας ἀσχολίας καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀλη θινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. Πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ Πάσχα μεθ' ἡμῶν ποιῆσαι προθυμηθήσῃ μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακα λοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.
323.τ ΦΙΛΑΓΡΙΩ ΑΡΚΗΝΩ
323.1 Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι
μοι γεγόνασι γραμμάτων ὑπόθεσις. Ἀλλ' ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. Ὅθεν καὶ ἡμῖν τὴν σκαιότητα τῶν ἀποδράντων σε εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφά σεως, τοιαῦτα γράφων οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. Καὶ γὰρ εἰ μή φαμεν προσ ποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλ' οὖν φυσικῶς πως κατακηλούμεθα παρ' αὐτοῦ καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. Πολλάς γε οὖν πέμπε τὰς ἐπιστολὰς καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον ὅπως διάκειται καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν Ἐκκλησιῶν ἡσυχάζει. Μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. Καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν, ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. Ἐπεστεί λαμεν γὰρ τῷ χωρεπισκόπῳ τῶν τόπων, ὃς ἐὰν ποιήσῃ τι τῶν προστεταγμένων αὐτὰ γνωρίσει τὰ πράγματα.
324.τ ΠΑΣΙΝΙΚΩ ΙΑΤΡΩ
324.1 ∆εῖγμα τοῦ μὴ παρέργως ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπ' αὐτῶν, ὡς εἰπεῖν,
τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. Ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι. Εὖ τοίνυν ἴσθι ὅτι ὁ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦ τα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει τὰ φάρμακα ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πείσῃ ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. Οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. Πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς εἶναι χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπι τρέπειν παντὶ δικαστηρίῳ τὰ καθ' ἑαυτούς, ἐπειδὰν δὲ ἐπ' αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις. Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵν' αὐτός τε εἰδῇς καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.