1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

250

325.τ ΜΑΓΝΙΝΙΑΝΩ 325.1 Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι

εὐφροσύνην. Νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναι κῶν Εἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολὴν ἀπο δοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς ὑμετέρας καλοκἀγα θίας, ἀλλὰ καὶ τῷ παρ' ἑαυτῆς ἐπιδεικνύναι πᾶσαν ἀρετῆς ἐπιμέλειαν. Ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι' αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ ∆εσπό του Θεοῦ. Ἀλλ' ἴδοιμέν ποτε καὶ αὐτὸν σὲ καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν μήτε ἀρρωστίας μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.

326.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΝΟΥΘΕΣΙΑ

326.1 Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην γραμμάτων ὑπό θεσιν τὸν

ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προϊόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ. Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν τοῖς πρὸς τὴν μακαρίαν ἐλπί δα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.

327.τ ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΑΡΑΚΛΗΣΕΙ

327.1 Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας καὶ ἀπόντας μεμνῆ σθαι καταξιοῖς

(ἦλθε γὰρ ὡς ἡμᾶς ἡ ἀκοὴ) παρὰ τοῦ ἀγαθοῦ ∆εσπότου γένοιτό σοι ἀντίδοσις, καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ Βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι μνήμης τε πάσης καὶ προσ τασίας ἡμᾶς ἀξιοῦντα, σεμνῦναι δὲ ἡμᾶς καὶ γράμμασιν, ὥστε ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνῃ ἡμᾶς ἐπιστέλ λοντας συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν.

328.τ ΥΠΕΡΕΧΙΩ

328.1 Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά, ἐμαυτὸν

δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθ' ἡμᾶς μηδὲν ἄμεινον τῆς συνηθείας πράτ τοντα. Τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.

329.τ ΦΑΛΕΡΙΩ

329.1 Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι μνησικακή σας αὐτῶν τὴν

φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. Ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμ ματα. Ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. Εἰ δὲ ἥδιόν σοι σιωπᾶν, σὺ δὲ ἀλλ' εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλείπῃς.