251
330.τ ΑΝΕΠΙΓΡΑΦΟΣ
330.1 Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. Ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων.
Γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.
331.τ ΑΝΕΠΙΓΡΑΦΟΣ 331.1 Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. Ἢ γὰρ φύσιν οὐκ ἔχει
διορθώσεως τὸ πρᾶγμα καὶ μάτην ἡμῖν ἐνο χλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρο ρῶσιν ἡμῶν καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. Ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμ ματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθω σαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι' ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.
332.τ ΑΛΛΗ ΑΝΕΠΙΓΡΑΦΟΣ
332.1 Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. Πῶς γὰρ σὺ ὑπὲρ γῆς εἶναι νομισθείης
μηδέποτε φθεγξάμενος; Ἀλλ' ἄπωσαι τὴν σιωπήν σου γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.
333.τ ΝΟΤΑΡΙΩ
333.1 Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. ∆ιὰ τοῦτο σημείων χρῄζουσιν,
ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος ὁ γράφων. Σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. Ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτη ται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.
334.τ ΠΡΟΣ ΚΑΛΛΙΓΡΑΦΟΝ
334.1 Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς καὶ μήτε ἐωρείσθω πρὸς ὕψος
ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. Μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν ὥσπερ τὸν παρ' Αἰσώπῳ καρκίνον, ἀλλ' εὐθὺ χώρει ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. Τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων, ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. Τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφ' ἕτερον ἀφ' ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. Ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπι ζητεῖν ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. Γράφε τοίνυν ὀρθῶς καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.
335.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ
335.1 Αἰσχύνομαι καθ' ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύ σεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασ κάλῳ. Ἀλλ' ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν τὰ προσή κοντα σφίσιν αὐτοῖς αἱρουμένων οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομαί