1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

252

σοι τοσοῦτον αὐτοῖς χαριζόμε νος ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι τὰς πηγάς. Ὁ δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. Νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρ' ἡμῖν λαβόντος ὄνομα, ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. Ἧς ἀμειβόμενος αὐτὸν τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.

336.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

336.1 ∆ιὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. Ἓν τοῦτο κέρδος ὅτι

Καππαδόκης. Ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος ὁ Καππαδόκης. ∆εύτερον τοῦτο κέρδος. Ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. Τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; Ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομί ζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν (καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ) καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. Ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. Ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· «Τί νῦν ἡμῖν ὁ Βασί λειος δρᾷ καὶ πρὸς τίνα βίον ὥρμηκεν; Ἆρ' ἐν δικαστηρίοις τρέπεται τοὺς παλαιοὺς ῥήτορας ζηλῶν, ἢ ῥήτορας εὐδαι μόνων πατέρων ἀπεργάζεται παῖδας;» Ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύ εσθαι καὶ σκοπεῖν ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος ἢ συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας· σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυνα μένους δεικνύναι πολίτην. 336.2 Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων ἡ δύναμις. Πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων ἡλί κων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. Τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σε τὸν λέγοντα εἶναι πόσον τι χρὴ νομίζειν ἐκείνῳ; ∆οκεῖς δέ μοι καὶ τούτους ἀπεσ ταλκέναι πρὶν ἢ τὸν Φιρμῖνον ἰδεῖν. Ἦ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα; Καὶ νῦν τί ποιεῖ ἢ τί μέλλει Φιρμῖνος; Ἔτ' ἔστιν ἐν τοῖς τῶν γάμων πότοις, ἢ ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ ἡ βουλὴ καὶ πᾶσα ἀνάγκη μένειν, ἢ τίνες εἰσὶν ἐλπίδες ὡς αὖθις ἔσται Λόγων κοινωνός; Ἀπο κρινάσθω τι ἡμῖν καὶ εἴη μέν τι χρηστόν. Εἰ δ' οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. Εἰ δὲ Ἀθήνῃσι νῦν ὁ Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρ' ὑμῖν; Ἢ τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπ' αὐτόν; Ὁρᾷς ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. Οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδό κας παύσομαι. Ἀλλ' εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδε μίαν. Τὸ δὲ συνειλεγμένον ὅσον ἐστὶν αὐτὸς εἴσῃ καὶ ἴσως οὐ μέμψῃ. Πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; Εἴπερ γὰρ εὖ φρονοῦ σιν οἱ βουλεύοντες (πρέποι δ' ἂν ἀνθρώποις πεπαιδευμέ νοις), τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύ πησαν.

337.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

337.1 Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ

ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο ἐν ᾧ νῦν ἐσμεν. Ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόν τος καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι πλέον ὅλως δυνατὸν ἔχειν τοὺς παρ' ἡμῶν ἐρχομένους. Τοῦτο