1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

253

δὲ λέγω οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλέον τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζο μένης, ἀλλ' ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκει μένης. Ἀρκοῦν δ' ἂν εἴη τῷ νεανίσκῳ πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης ἣν ἔχεις ἐν τοῖς λόγοις. Ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον, ὃν μηδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.

338.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

338.1 Οἶδα ὅτι τοῦτο πολλάκις γράψεις, τὸ «ἰδού σοι καὶ ἕτερος ἥκει

Καππαδόκης». Πολλοὺς γάρ, οἶμαι, πέμψεις ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς κατ' ἐμοῦ χρώμενος ἐγκωμίοις τούτῳ τε αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας. Ἀλλ' ὅγε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλὴν οὐ καλὸν σιωπῆσαι. Παρεκά θηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι καὶ ὁ πάντα ἄριστος Ἀλύπιος, Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. Ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, νενικήμεθα, ἔφην μειδιῶν ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην, ἤροντο, καὶ πῶς οὐκ ἀλγεῖς νενικημέ νος; Ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν, νενίκημαι, Βασίλειος δὲ κεκράτηκε. Φίλος δὲ ὁ ἀνὴρ καὶ διὰ τοῦτο εὐφραίνομαι. Ταῦτα εἰπόντος ἐμοῦ παρ' αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. Καὶ ἀνεγίνωσκε μὲν ὁ Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες, ψῆφος δὲ ἠνέχθη μηδέν με ἐψεῦσθαι. Καὶ τὰ γράμματα ἔχων ὁ ἀναγνοὺς ἐξῄει δείξων, οἶμαι, καὶ ἄλλοις καὶ μόλις ἀπέδωκε. Γράφε τοίνυν παραπλήσια καὶ νίκα. Τουτὶ γάρ ἐστιν ἐμὲ νικᾶν. Καλῶς δὲ κἀκεῖνο εἰκάζεις ὡς οὐ χρήμασι πράττεται τὰ παρ' ἡμῶν, ἀλλ' ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. Κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ Λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. Καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων, ἀλλ' οὐδὲν κωλύει ταύτῃ γε εἶναι βελτίονας. Μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον τὸ ἐπίστασθαι πονεῖν.

339.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

339.1 Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, ᾧ γε ἴδιον εἶναι

τῆς τέχνης ὁμολογεῖται καὶ τὰ μεγάλα μικρὰ ποιεῖν, ὁπότε βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγε θος; Ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. Τὴν γὰρ ἐπισ τολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ τὰ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν ταῖς χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ ὡς ἡττη θῆναι δῆθεν αὐτῆς καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν, ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρ' ἑαυτῶν νίκαις παρέχωσι τοῖς παισὶν ἐναβρύνεσ θαι, οὔτε ἑαυτούς τι ζημιοῦντες καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον. Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν ὁ λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ, οἷον Πολυδάμαντός τινος ἢ Μίλωνος παγκρατίου ἢ πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν· πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον εὐσθενείας ὑπόδειγμα, ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγασθαι τῆς δυνάμεως οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, ἢ εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα. Ἀλλ' ἡμεῖς μέν, ὦ θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρ' ἐκείνων φθεγγόμεθα νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ. Εἰ γάρ τι καὶ ἦμεν παρ' ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου