1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

254

ἐπελαθόμεθα. Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιού μενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. Τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. Εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. Γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ καὶ σοφιστῇ.

340.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

340.1 Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν

σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις ἢ τοιαῦτα γράφων ὁποῖα νῦν ἔγραψας. Καλεῖς μὲν γάρ με σοφιστήν, τοῦ δὲ τοιούτου εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μεγάλα ποιεῖν, τὰ δ' αὖ μεγάλα μικρά. Καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλὴν οὐκ οὖσαν καλήν, εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω, ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποι ούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. Καὶ ταῦτα πείθειν ἐπιχειρῶν οὕτω καλὴν καὶ ταύτην ἣν λέγεις κακῶς εἰργάσω τὴν ἐπιστολὴν ὥσθ' οἱ παρόντες οὐκ εἶχον μὴ πηδᾶν ἀναγινωσκομένης. Ἐθαύμασα οὖν ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας τῷ φάναι ἐοικέναι ταύτῃ τὴν προτέραν ἐκόσμησας. Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλό μενον ἀφορμὴν ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. Ἀλλ' οὐκ ἦν, οἶμαι, σὸν ἀδικῆσαι τὴν ἀλήθειαν. Ἠδίκητο δ' ἂν γράφοντος ἐξεπίτηδες φαυλότερα καὶ οὐ χρωμένου τοῖς οὖσι. Τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν ἃ δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. Βιβλίων μὲν οὖν ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου καὶ οὐδεὶς κωλύοι. Τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδ' ἂν ἥκιστα ἄρδοις.

341.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

341.1 Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. Εἰ μὲν

οὖν ὑφῆκας, τί οὐκ ἐπιστέλλεις, ὦ ἄριστε; Εἰ δὲ κατέχεις ἔτι, ὃ πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἀλλότριον, ὁ κηρύττων μέχρι δυσμῶν ἡλίου μὴ χρῆναι φυλάττειν λύπην ἐν πολλοῖς ἡλίοις ἐφύλαξας. Ἢ τάχα τιμωρεῖσθαί με βούλει τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; Μὴ σύ γε, ὦ γενναῖε, ἀλλὰ γενοῦ πρᾶος καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.

342.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

342.1 Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ τὰς ἀκάνθας

ὧν τὸ ἄνθος ἐκφύεται δυσχεραίνουσι. Καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν παίζοντος ἢ τάχα που καὶ σπουδάζοντος, ὅτι καθάπερ κνίσματα τοῖς ἐρασταῖς τοῦ ἄνθους ἡ φύσις τὰς λεπτὰς ἐκείνας ἀκάνθας προσέφυσε. Τί μοι δὴ βούλεται τοῖς γράμμασι τὸ ῥόδον ἐπεισαγόμενον; Πάντως οὐδέν σε χρὴ διδαχθῆναι τῆς ἐπιστολῆς μεμνη μένον τῆς σῆς ἣ τὸ μὲν ἄνθος ἡμῖν ἔφερε τοῦ ῥόδου, τῆς εὐγλωττίας τὸ ἔαρ, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθ' ἡμῶν ἐξηκάνθωτο. Ἀλλ' ἐμοὶ τῶν σῶν ῥόδων καθ' ἡδονήν ἐστι καὶ ἡ ἄκανθα εἰς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.

343.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ