255
343.1 Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; Σοὶ μὲν γὰρ ἐν
τῷ στόματι λόγων οἰκοῦσι πηγαὶ κρείσσους ναμάτων ἐπιρροῆς, ἡμεῖς δέ, εἰ μὴ καθ' ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾶν.
344.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ
344.1 Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν πεί θουσι τό τε δέος
καὶ ἡ ἀμαθία, τὸ δέ σε καρτερικώτατα σιωπᾶν τί τῆς μέμψεως ἐξαιρήσεται; Εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψη φιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. Ὧ γὰρ τὸ λέγειν πρόχει ρον καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. Ὁ δὲ ταῦτα κεκτη μένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ ἢ λήθῃ τοῦτο ποιεῖ. Ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. Χαῖρε τοίνυν, Τιμιώτατε, καὶ γράφε εἰ βούλοιο, καὶ μὴ γράφε εἰ τοῦτό σοι προσφιλές.
345.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ
345.1 Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, ἢ
νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. Ἐγὼ γὰρ ἐκεῖνος ὁ προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης καὶ λέγοντος εὐφραινόμενος καὶ μόλις ἀπαλλαττόμενος καὶ πρὸς τοὺς ἑταίρους λέγων ὡς· «Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. Καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλ' ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ.» Τὸν οὖν οὕτως ἔχοντα μὲν γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα μὴ τολμᾶν ἐπιστέλλειν ἐσχάτης ἀργίας καὶ τοῦτ' ἂν εἴη ἅμα ζημιοῦντος αὑτόν. ∆ῆλον γὰρ ὡς ἀμείψει μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ γε καὶ μεγάλῃ καὶ φυλάξει δήπου μή με καὶ δεύτερον ἀδικῇς. Οἶμαι γὰρ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· «Βασίλειος ἠδίκηκέ τι κἂν σμι κρόν; Οὐκοῦν καὶ Αἰακὸς καὶ Μίνως καὶ ὁ τούτου δὲ ἀδελφός.» Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ. Τίς δὲ ἰδών τε σὲ καὶ οὐ φθονῶν; Ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς κἄν σε τοῦτ' ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦν τας μὴ βοᾶν. Οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας ἣν δοῦναι ῥᾷστον ἀτυχὴς ἀπῆλθεν. Εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. Τί οὖν ᾔτουν; Πολλάκις ἐν Στρατηγίου σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. «Εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλ' εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου.» Μέρους δὲ ἐπεθύμουν ἐν ᾧ, τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβριζεν Ἀγαμέμνων θεραπεύει δώροις. Ταῦτ' ἐμοῦ λέγοντος ἐγέλας ἀρνεῖσθαι μὲν οὐκ ἔχων ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. Ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν ὅτι σε ἔφην ἀδικεῖν ἠδικῆσθαι δοκῶ;
346.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ
346.1 Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν αὐτὸς
κρινεῖς. Ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν ᾖ, μεγάλου λήψεσθαι δόξαν διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. Ὃ δὴ πρὸ τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τού του πεποίηνται πρόνοιαν καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένοι. ∆έχου δὴ τὰ σεαυτοῦ καὶ ἐπαίνει τοὺς σέ τε