256
κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. Παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.
347.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ
347.1 Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον· σὺ δὲ ὅσῳ τοὺς ἄλλους
παρελήλυθας λογιότητι, τοσούτῳ μοι καὶ φόβον παρέχεις μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν, κἀπειδὴ στρωτήρων δέομαι, κάμακας δ' ἂν ἢ χάρακας ἄλλος εἶπε σοφιστὴς οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζό μενος ἢ τῆς χρείας γινόμενος. Ἐγὼ δέ, εἰ μὴ σὺ παράσχοιο, ὕπαιθρος διαχειμάσω.
348.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ
348.1 Εἰ τὸ κερδαίνειν τοῦτο γριπίζειν λέγεται καὶ ταύτην ἔχει τὴν σημασίαν
ἡ λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων ἡ σοφισ τική σου ἡμῖν προεχειρίσατο, σκόπησον, ὦ θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω δι' ἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, ἢ τὸ τῶν σοφιστῶν γένος οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. Τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; Τίς τοὺς μαθητευομένους μισθο φόρους κατέστησεν; Ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. Ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾶν παρεκίνησας; Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμο πύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα ἅπαντας εὐμήκεις, κατὰ τὸν σὸν Ὅμηρον δολι χοσκίους, οὐχ Ὅμηρος δ' ἀποκαταστήσειν κατεπηγγείλατο.
349.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ
349.1 Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν
ποιῶν Καππαδοκῶν καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; Μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν ἀεί μοι τὸ «προσκυνῶ σε» προσᾴδον τες. ∆εῖ δὲ ὅμως ἀνέχεσθαι Βασιλείου κελεύοντος. Ἴσθι τοίνυν ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵν' ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.
350.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ
350.1 Λέλυταί σοι τὸ δύσθυμον. Τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον.
Σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα εἴτε γελῶν εἴτε σπουδάζων. Τί δὲ χιόνος ἢ γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾶν ἡμῶν τοῖς σκώμμασιν; Ἐγὼ δέ, ὦ Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσὶ γνώσει ὡς κρυερά τις αὕτη καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. Τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξει πάλιν τὸ εἶναι ὥσπερ φυτοῖς χαριζόμενον.
351.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ