1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

257

351.1 Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. Ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσ θαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι ἢ μόνον Λιβάνιον ἀγωνιζόμενον καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. Οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. Ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. Τίς δὲ ὁ ἀγών; Τίς δὲ ὁ λόγος ὁ τὴν πάνδημον συναγείρας πανήγυριν; Καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστή σασθαι. Ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. Ὁ γὰρ Λιβά νιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτὸς τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.

352.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

352.1 Ἰδοὺ πέπομφα τὸν λόγον ἱδρῶτι περιρρεόμενος. Πῶς γὰρ οὐκ ἔμελλον

ἀνδρὶ τοιούτῳ πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ ∆ημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλουμένας μάτην; Τὸ δὲ ἐμὸν τοιοῦτον οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος. Ὅθεν πέφρικα καὶ τρέμω τὴν ἡμέραν λογιζόμενος καθ' ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ καὶ τῶν φρενῶν ἐκπέ πτωκα.

353.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ

353.1 Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. Ὦ Μοῦσαι καὶ

Λόγοι καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθε. Οἵους κομίζονται τοὺς καρποὺς οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοι. Ὢ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένους. Αὐτὸν γὰρ ἐδόκουν ὁρᾶν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. Ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.

354.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

354.1 Νῦν ἔγνων εἶναι ὃ λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαν τος, κατὰ

πάντων ἔχω τὰ νικητήρια. Καὶ τὴν ψῆφον δεξά μενος τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσ ματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. Ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεποίηται, βουλόμεθα τούτῳ περιτυχεῖν. Ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω, ὁ δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.

355.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ

355.1 Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς καὶ λέληθας σεαυτόν; Οὐ γὰρ τῶν

Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. Ἡ γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν, ἀλλ' ὡσπερεί τινα κρημνὸν διοδεύοντος πληγεῖσα τῇ τῶν ὀνομά των καινοτομίᾳ ἐμοί τε τῷ πατρὶ ἔλεγε· «Πάτερ, οὐκ ἐδίδα ξας. Ὅμηρος οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλ' Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων ὁ τὰ πάντα ἐπιστάμενος.» Καὶ ταῦτα μὲν ἡ γλῶττα, σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.

356.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ