258
356.1 ∆εχομένοις μὲν ἡμῖν ἃ γράφεις χαρά, ἀπαιτουμένοις δὲ πρὸς ἃ γράφεις ἀντεπιστέλλειν ἀγών. Τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶσσαν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής, ὁμολογῶ καὶ φιλῶ;
357.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ
357.1 Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσο φίας τὸ
γνώρισμα; Παίζειν παρ' ὑμῶν ἐδιδάχθημεν, ἀλλ' ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. Ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν λῦσόν μοι τὴν ἀθυμίαν ἥν μοι ἔτεκεν ἡ ἐπιστολὴ ... οὐδὲν διαφέρουσα.
358.τ ΛΙΒΑΝΙΟΣ ΒΑΣΙΛΕΙΩ
358.1 Ὢ χρόνων ἐκείνων ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοις. Νῦν διῳκίσμεθα
πικρῶς· ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθ' ὑμῶν οἷοίπερ ὑμεῖς οὐδένα. Τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾶν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι περι θέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. Σὺ δὲ τά τε ἄλλα πρᾶός τις καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.
359.τ ΒΑΣΙΛΕΙΟΣ ΛΙΒΑΝΙΩ
359.1 Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατα κλείσας
διανοίᾳ τοσοῦτον σιγᾷς ὡς μηδ' ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. Ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς ἡ τοῦ ∆αιδάλου τέχνη, ἦλθον ἂν παρὰ σοὶ ποιησάμενος Ἰκάρου πτερόν. Ἀλλ' ὅμως ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους δεικνύντας τὴν ἡμετέραν φιλίαν. Φύσις δὲ λόγων μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. Καὶ ταῦτα μὲν οἱ λόγοι. Σὺ δὲ αὐτοὺς ἄγοις ὅπου βούλει, καὶ τηλικοῦτον κράτος κεκτημένος σιωπᾷς. Ἀλλὰ μετάστησον καὶ ἐφ' ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.
360.τ ΕΚ ΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΑΥΤΟΥ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΤΟΝ ΠΑΡΑΒΑΤΗΝ
360.1 Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν
χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν καὶ Θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. ∆έχομαι δὲ καὶ τοὺς ἁγίους Ἀποστόλους, προφήτας καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι' αὐτῶν, ἤγουν διὰ τῆς μεσι τείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεὸν καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατ' ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων Ἀπο στόλων καὶ οὐκ ἀπηγορευμένων, ἀλλ' ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.
61.τ ΑΠΟΛΙΝΑΡΙΩ 3
61.1 Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ Βασί λειος. Πρότερον
μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν καὶ ηὐφραινόμεθα οἷς τε