259
ἔπεμπες καὶ οἷς ὑπισχνοῦ. Νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλή σαντες τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι ὅπως τε οἱ Πατέρες αὐτῷ ἐχρήσαντο καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμε νον. Τὸν γὰρ ἐπιούσιον ἄρτον καὶ τὸν λαὸν τὸν περιούσιον καὶ εἴ τι τοιοῦτον ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. Ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτοὺς βαθέως τὴν οὐσίαν διαβάλλοντας ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ κατα λιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι τίνα τὴν διάνοιαν ἔχει καὶ πῶς ἂν ὑγιῶς λέγοιτο ἐφ' ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτε ρον. Πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. Ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν· ὅπερ ἂν εἶναι καθ' ὑπόθεσιν ἡ τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσ θαι. Ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, γεννητὸν καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. Πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. Φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον ταὐτὸν μὲν οὐκ εἶναι, διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον, ὅμοιον δὲ κατ' οὐσίαν ἀκριβῶς καὶ ἀπαραλλάκτως ὀρθῶς ἂν οἶμαι λέγεσθαι. Εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ) τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίω σον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζο μαι καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. Ὁ ἑταῖρος Γρηγόριος τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον αὐτοῖς σύνεστιν. Ὑγιαίνων ἐπὶ πλεῖστον φυλαχθείης ἡμῖν ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.
362.τ ΒΑΣΙΛΕΙΩ ΑΠΟΛΙΝΑΡΙΟΣ
362.1 Φιλοθέως πιστεύεις καὶ φιλολόγως ζητεῖς, καὶ παρ' ἡμῶν τὸ πρόθυμον
ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο διά τε τὸ ἡμέτερον ἐνδεὲς καὶ τὸ τοῦ πράγ ματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομέ νων, ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες καὶ ∆αβὶδ ὁ τοῦ ∆αβὶδ υἱὸς ὡς ταὐτὸν ὢν ἐκείνῳ, καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν ὅπερ ὁ Πατήρ. Οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός, ὥς που καὶ εἷς Ἀδὰμ ὁ ἀνθρώπων γενάρχης καὶ εἷς ∆αβὶδ ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον ἢ μίαν ὕλην ὑποκειμένην ἐπὶ Πατρὸς καὶ Υἱοῦ περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχι κὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς καὶ τὰ ἐκ τῶν γενάρχων γένη πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα. Μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. Καθὸ μηδὲ τοῦ Ἀδὰμ ὡς θεοπλάστου καὶ ἡμῶν ὡς ἀνθρωπογεννήτων ἓν ὑπέρκειται γένος, ἀλλ' αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλ' αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. Μήτε μὴν τοῦ