260
∆αβὶδ καὶ τοῦ γένους τοῦ ἐκ ∆αβὶδ προεπινοεῖται καθὸ ∆αβίδ, ἐπείπερ ἡ τοῦ ∆αβὶδ ἰδιότης ἀπὸ τοῦ ∆αβὶδ ἄρχεται καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός, ἀλλ' ἐπειδὴ ταῦτα ἀπολείπεται καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν· ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦ τον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχὴ καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύ τερον ὥσπερ ἐπὶ σωμάτων, ἀλλ' ἀπογέννησις. Οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλ' ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ καὶ Υἱὸν ἐν Πατρί. Οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέρισ τον τῆς ὑποστάσεως, ἀλλ' ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως καὶ ἕτερον ὡσαύτως, ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται, βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παρι στάναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱὸν μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβε βληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. Οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν, ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατὴρ ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ «ἄλλος Υἱός», οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλ' ὡς ἐξ ἐκεί νου, οὐ τὸ πρωτότυπον, ἀλλ' εἰκών. Οὗτος ὁμοούσιος ἐξῃρη μένως παρὰ πάντα καὶ ἰδιαζόντως, οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλ' ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος ἓν καὶ μόνον ἀπογέννημα ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθ' ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννη τικῇ ἰδιότητι προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.
363.τ ΑΠΟΛΙΝΑΡΙΩ
363.1 Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ἀπολιναρίῳ Βασίλειος.
∆ιημάρτομεν τῶν προφάσεων δι' ὧν ἐνῆν προσ ειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. Σὲ γὰρ ἐν σιωπῇ κατέ χειν τὴν ἡδονὴν ἐπ' ἐκείνοις ἥσθημεν. Ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι, τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσου σιν, οὕτως ἐπ' ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. Καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. Προβαλεῖν μὲν οὖν σοι τῶν ἀπο ρουμένων τινὰ ἀποκνῶ, μὴ δόξω πέρα τοῦ μέτρου ἐμφορεῖ σθαι τῆς παρρησίας. Σιωπᾶν δὲ πάλιν οὐ καρτερῶ ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. Ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾶν τι τῶν ἀπορουμένων ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. Ὁπότερον δ' ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. Ἐρρώμενόν τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διὰ παντός.
364.τ ΒΑΣΙΛΕΙΩ ΑΠΟΛΙΝΑΡΙΟΣ
364.1 Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ ἀδελφῷ Βασιλείῳ Ἀπο λινάριος ἐν
Κυρίῳ χαίρειν. Ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; Τί δὲ οὐ παρὼν ἀμύνεις ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσού του κατὰ τῆς εὐσεβείας ἐρρωγότος καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; Σὲ δὲ οὐδ' ὅπως ἂν ζητήσωμεν