1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

261

ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. Ἀλλ' ἐζή τησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν, οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. Νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρισα. Ὅπερ δεξάμενος μὴ καὶ τοῦ ἀντιγράφειν ἀπό σχῃ ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δὲ ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπ' Αἰγύπτου καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν τοῖς τε θείοις αὐτοῖς καὶ τοῖς καθ' ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. Ἀναγκαία δὲ ἦν ἡ μετ' ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες· ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις ὡς οὐκ ὀφείλοντος νοεῖ σθαι κατ' οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατ' οὐσίαν, ὅπερ ἐπετηδεύθη χυδαίως ὀνομασθὲν καὶ κακοήθως νοηθέν, ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστίν, οὐ τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς Βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλο μένων, ὅτι οὐχ ὅμοιον Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννη κότι. Συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος ὡς ὑπὸ τῶν Πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύ της πρεσβείαν τίνα εἰκὸς ἦν οὕτω μετεῖναι ὡς τὸν σπου δαιότατον ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδ' αὐτὸς οὐδαμόθεν γράφει οὐδὲ σημαίνει καθάπαξ οὐδέν; Ἔρρωσο, δέσποτα ποθεινότατε.

365.τ ΒΑΣΙΛΕΙΟΣ ΤΩ ΜΕΓΑΛΩ ΒΑΣΙΛΕΙ ΘΕΟ∆ΟΣΙΩ

365.1 Πάθος ἀπήντησε τῇ καθ' ἡμᾶς χώρᾳ οὐκ ἐκ σωματικῆς περιπετείας,

ἀλλ' ἐξ ὑδάτων ἐπιρρύσεως. Πόθεν δὲ τοῦτο δηλώσω. Γέγονε καταβολὴ χιόνος πολλὴ τῇ καθ' ἡμᾶς λίμνῃ. Μήπω δὲ αὐτῆς κρυστάλλῳ παγείσης ἐπιγίνεται πνεῦμα θερμὸν καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. Ἀθρόας οὖν γενομένης τῆς τήξεως ἀνείκαστα ἐκινήθη ῥεύματα ἀενάῳ ποταμῷ συνεπιμιγνύμενα, τῷ ἅλυι ἐναύλῳ τε ὄντι ὑπερβάλλοντα γλώσσῃ καὶ ὀφθαλμῷ. Οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ ἐπιπνεύσαντος ἐνεπάρησαν. Κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. Ποσὶ γὰρ μηδέπω περώμενος κατά τινα τρόπον ἢ χρόνον τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. Λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι' ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. Οὐ μικρῶς δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία. Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵν' οὕτω τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. Καὶ γὰρ τὸν πολυστένακτον βίον τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. Πολὺς ἦν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος· ἀνθρώποις μὲν γέγονεν ὄλεθρος, ἄνω δὲ πελαγίζοντος αὐτοῦ καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος καὶ ἐκ τῆς ἰλύος