262
κεπομένης τῆς ἀρούρας ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. Καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. Τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; Σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.
366.τ ΒΑΣΙΛΕΙΟΣ ΠΡΟΣ ΟΥΡΒΙΚΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ
366.1 Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν
ἴδωμεν, ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. Ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. Τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. Ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. Ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα, καὶ Θεῷ μίσγεσθαι ποιεῖ οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. Ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται· ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. Καί μοι τελείως καταμανθάνοντι ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ, καὶ οὐδενὸς ὀρέγεται οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμοὺς οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὢν πλήρης δι' ὅλου ἐστίν. Ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾶν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον καὶ ἀδικήματα μυρία δι' ἑτέρας ἐπιθυμίας. Καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιμπλάμενον. Καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν. Ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθὴς καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς; Πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. Οὔτε γὰρ γῆ ἐβάστασεν αὐτὸν οὔτε πελάγη, ἀλλ' ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. Εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. Ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. Καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γενομένους κατασπασθέντας οὐρανοῦ δι' ἐπιθυμίαν. Ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; ∆ιὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν καὶ τοῦ βίου μὴ ἐρασθῶμεν, ἀλλ' αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν. ∆οκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. Καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει. Ταῦτά σοι ὀλίγα δοκοῦντα πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν, καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθηθήσῃ.