55
ἀπαιτήσας τὰς ἀποκρίσεις. Νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. Ὥστε, ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλ' ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. Καὶ γάρ, καὶ εἰ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέ ρων τὴν τάξιν ἀποπληρώσει. Ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀργία καταναγκάζει; Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐ μὲν οὖν ἐχούσας ὑπερ βολὴν εἰς κακίαν, παρεχόμενος· λήθη γὰρ φίλων καὶ ὑπερ οψία ἐκ δυναστείας ἐγγινομένη πάντα ἔχει ὁμοῦ τὰ δεινά. Εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονή ματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς τὸ ἄφυκτον κρίμα τοῦ διαβόλου. Ὥστε, εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. Ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή. Ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσω μεν. Μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.
57.τ ΜΕΛΕΤΙΩ ΕΠΙΣΚΟΠΩ
57.1 Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφρο σύνης τὸ μέγεθος
ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης, ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλίψεων παρὰ τοῦ φιλανθρώπου ∆εσπότου μισθὸν ἀποκείμενον. Πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιό τητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. Ὥστε, ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. Ἔπειτα διεξιόντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες δυσχεραίνομεν. Οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμα σιν ἔνεστιν ἀγαθόν. Ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον. Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσ ευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατ' ὀφθαλμοὺς συντυχίας καὶ παρ' αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέ λιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέ μεθα. Καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμματι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τὰ καθ' ἕκαστον ἀπαγγεῖλαι τῇ σῇ τελειότητι.
58.τ ΓΡΗΓΟΡΙΩ Α∆ΕΛΦΩ
58.1 Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; Πῶς δ' ἂν ἀξίως σου
καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; Τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; Τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; Οὐδ' ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. Μίαν μοι συμπλέξας ἐπιστολὴν ἐκό μισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου